Car Repair Manuals

Judges
Codex Alexandrinus

Κριταὶ (Ἀλεξανδρινὸς Κῶδιξ)

Chapter 20

1 Καὶ ἐξῆλθον πάντες οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ ὡς ἀνὴρ εἷς ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ καὶ γῆ Γαλαὰδ πρὸς κύριον εἰς Μασσηφά. 2 καὶ ἔστη τὸ κλίμα παντὸς τοῦ λαοῦ, πᾶσαι αἱ φυλαὶ Ἰσραήλ, ἐν τῇ ἐκκλησίᾳ τοῦ λαοῦ τοῦ θεοῦ, τετρακόσιαι χιλιάδες ἀνδρῶν πεζῶν σπωμένων ῥομφαίαν. 3 καὶ ἤκουσαν οἱ υἱοὶ Βενιαμὶν ὅτι ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον εἰς Μασσηφά. καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ Λαλήσατε ποῦ ἐγένετο κακία αὕτη. 4 καὶ ἀπεκρίθη ἀνὴρ Λευίτης ἀνὴρ τῆς γυναικὸς τῆς πεφονευμένης καὶ εἶπεν Εἰς Γαβαὰ τῆς Βενιαμὶν ἦλθον ἐγὼ καὶ παλλακή μου καταλῦσαι. 5 καὶ ἀνέστησαν ἐπ᾿ ἐμὲ οἱ ἄνδρες οἱ παρὰ τῆς Γαβαὰ καὶ περιεκύκλωσαν ἐπ᾿ ἐμὲ τὴν οἰκίαν νυκτὸς καὶ ἐμὲ ἠθέλησαν ἀποκτεῖναι καὶ τὴν παλλακήν μου ἐταπείνωσαν καὶ ἐνέπαιξαν αὐτῇ καὶ ἀπέθανεν. 6 καὶ ἐπελαβόμην τῆς παλλακῆς μου καὶ ἐμέλισα αὐτὴν καὶ ἐξαπέστειλα ἐν παντὶ ὁρίῳ κληρονομίας Ἰσραήλ, ὅτι ἐποίησαν ἀφροσύνην ἐν τῷ Ἰσραήλ. 7 ἰδοὺ πάντες ὑμεῖς, οἱ υἱοὶ Ἰσραήλ, δότε ἑαυτοῖς λόγον καὶ βουλήν.

8 καὶ ἀνέστη πᾶς λαὸς ὡς ἀνὴρ εἷς λέγων Οὐκ εἰσελευσόμεθα ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ καὶ οὐκ ἐκκλινοῦμεν ἀνὴρ εἰς τὸν οἶκον αὐτοῦ. 9 καὶ νῦν τοῦτο τὸ ῥῆμα, ποιήσομεν τῇ Γαβαά· ἀναβησόμεθα ἐπ᾿ αὐτὴν ἐν κλήρῳ 10 καὶ λημψόμεθα δέκα ἄνδρας τοῖς ἑκατὸν καὶ ἑκατὸν τοῖς χιλίοις καὶ χιλίους τοῖς μυρίοις λαβεῖν ἐπισιτισμὸν τῷ λαῷ τοῖς εἰσπορευομένοις ἐπιτελέσαι τῇ Γαβαὰ τοῦ Βενιαμὶν κατὰ πᾶσαν τὴν ἀφροσύνην, ἣν ἐποίησαν ἐν Ἰσραήλ. 11 καὶ συνήχθη πᾶς ἀνὴρ Ἰσραὴλ ἐκ τῶν πόλεων ὡς ἀνὴρ εἷς ἐρχόμενοι.

12 Καὶ ἐξαπέστειλαν αἱ φυλαὶ Ἰσραὴλ ἄνδρας ἐν πάσῃ φυλῇ Βενιαμὶν λέγοντες Τίς κακία αὕτη γενομένη ἐν ὑμῖν; 13 καὶ νῦν δότε τοὺς ἄνδρας τοὺς ἀσεβεῖς τοὺς ἐν Γαβαὰ τοὺς υἱοὺς Βελιάλ, καὶ θανατώσομεν αὐτοὺς καὶ ἐξαροῦμεν κακίαν ἐξ Ἰσραήλ. καὶ οὐκ ἠθέλησαν οἱ υἱοὶ Βενιαμὶν εἰσακοῦσαι τῆς φωνῆς τῶν ἀδελφῶν αὐτῶν τῶν υἱῶν Ἰσραήλ. 14 καὶ συνήχθησαν οἱ υἱοὶ Βενιαμὶν ἐκ τῶν πόλεων αὐτῶν εἰς Γαβαὰ ἐξελθεῖν τοῦ πολεμῆσαι μετὰ υἱῶν Ἰσραήλ. 15 καὶ ἐπεσκέπησαν οἱ υἱοὶ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν πόλεων εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν χωρὶς τῶν κατοικούντων τὴν Γαβαά· οὗτοι ἐπεσκέπησαν ἑπτακόσιοι ἄνδρες νεανίσκοι ἐκλεκτοὶ 16 ἀμφοτεροδέξιοι· πάντες οὗτοι σφενδονῆται βάλλοντες λίθους πρὸς τὴν τρίχα καὶ οὐ διαμαρτάνοντες. 17 καὶ πᾶς ἀνὴρ Ἰσραὴλ ἐπεσκέπησαν χωρὶς τῶν υἱῶν Βενιαμὶν τετρακόσιαι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν πάντες οὗτοι ἄνδρες πολεμισταί.

18 καὶ ἀνέστησαν καὶ ἀνέβησαν εἰς Βαιθὴλ καὶ ἐπηρώτησαν ἐν τῷ θεῷ καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ Τίς ἀναβήσεται ἡμῖν ἀφηγούμενος πολεμῆσαι μετὰ Βενιαμίν; καὶ εἶπεν κύριος Ἰούδας ἀναβήσεται ἀφηγούμενος.

19 καὶ ἀνέστησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐπὶ τὴν Γαβαά. 20 καὶ ἐξῆλθεν πᾶς ἀνὴρ Ἰσραὴλ εἰς πόλεμον μετὰ Βενιαμίν, καὶ παρετάξαντο μετ᾿ αὐτῶν εἰς πόλεμον ἀνὴρ Ἰσραὴλ πρὸς τὴν Γαβαά. 21 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν ἐκ τῆς πόλεως καὶ διέφθειραν ἐν Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ δύο καὶ εἴκοσι χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν. 22 καὶ ἐνίσχυσεν ἀνὴρ Ἰσραὴλ καὶ προσέθεντο παρατάξασθαι πόλεμον ἐν τῷ τόπῳ, παρετάξαντο ἐκεῖ ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ. 23 καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἔκλαυσαν ἐνώπιον κυρίου ἕως ἑσπέρας καὶ ἐπηρώτησαν ἐν κυρίῳ λέγοντες Εἰ προσθῶ προσεγγίσαι εἰς πόλεμον μετὰ Βενιαμὶν τοῦ ἀδελφοῦ μου; καὶ εἶπεν κύριος Ἀνάβητε πρὸς αὐτόν.

24 Καὶ προσήλθοσαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ. 25 καὶ ἐξῆλθεν Βενιαμὶν εἰς ἀπάντησιν αὐτῶν ἐκ τῆς Γαβαὰ ἐν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ καὶ διέφθειρεν ἐκ τοῦ λαοῦ ὀκτωκαίδεκα χιλιάδας ἀνδρῶν ἐπὶ τὴν γῆν· πάντες οὗτοι ἐσπασμένοι ῥομφαίαν. 26 καὶ ἀνέβησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ καὶ πᾶς λαὸς καὶ ἤλθοσαν εἰς Βαιθὴλ καὶ ἔκλαυσαν ἔναντι κυρίου καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου ἔναντι κυρίου, 27 καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ· καὶ ἐκεῖ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκείναις, 28 καὶ Φινεὲς υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς ἐν ταῖς ἡμέραις ἐκείναις λέγων Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον μετὰ υἱῶν Βενιαμὶν τοῦ ἀδελφοῦ μου κοπάσω; καὶ εἶπεν κύριος Ἀνάβητε, ὅτι αὔριον παραδώσω αὐτὸν ἐν χειρί σου.

29 Καὶ ἔθηκαν οἱ υἱοὶ Ἰσραὴλ ἔνεδρα ἐν τῇ Γαβαὰ κύκλῳ. 30 καὶ ἔταξεν Ἰσραὴλ πρὸς τὸν Βενιαμὶν ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ παρετάξαντο πρὸς Γαβαὰ καθὼς ἅπαξ καὶ ἅπαξ. 31 καὶ ἐξῆλθον οἱ υἱοὶ Βενιαμὶν εἰς ἀπάντησιν τοῦ λαοῦ καὶ ἐξειλκύσθησαν ἐκ τῆς πόλεως καὶ ἤρξαντο τύπτειν ἐκ τοῦ λαοῦ καθὼς ἅπαξ καὶ ἅπαξ ἐν ταῖς ὁδοῖς, ἐστιν μία ἀναβαίνουσα εἰς Βαιθὴλ καὶ μία ἀναβαίνουσα εἰς Γαβαὰ ἐν τῷ ἀγρῷ, ὡσεὶ τριάκοντα ἄνδρας ἐν τῷ Ἰσραήλ. 32 καὶ εἶπαν οἱ υἱοὶ Βενιαμὶν Προσκόπτουσιν ἐνώπιον ἡμῶν καθὼς ἔμπροσθεν. καὶ οἱ υἱοὶ Ἰσραὴλ εἶπαν φύγωμεν καὶ ἐκσπάσωμεν αὐτοὺς ἐκ τῆς πόλεως εἰς τὰς ὁδούς. 33 καὶ πᾶς ἀνὴρ Ἰσραὴλ ἀνέστη ἐκ τοῦ τόπου αὐτοῦ καὶ παρετάξαντο ἐν Βααλθαμάρ, καὶ τὸ ἔνεδρον Ἰσραὴλ ἐπάλαιεν ἐκ τοῦ τόπου αὐτοῦ ἀπὸ δυσμῶν τῆς Γαβαά. 34 καὶ παρεγένοντο ἐξ ἐναντίας τῆς Γαβαὰ δέκα χιλιάδες ἀνδρῶν ἐκλεκτῶν ἐκ παντὸς Ἰσραήλ, καὶ πόλεμος ἐβαρύνθη· καὶ αὐτοὶ οὐκ ἔγνωσαν ὅτι ἀφῆπται αὐτῶν κακία.

35 καὶ ἐτρόπωσεν κύριος τὸν Βενιαμὶν κατὰ πρόσωπον Ἰσραήλ, καὶ διέφθειραν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῷ Βενιαμὶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἴκοσι καὶ πέντε χιλιάδας καὶ ἑκατὸν ἄνδρας· πάντες οὗτοι σπώμενοι ῥομφαίαν.

36 καὶ εἶδεν Βενιαμὶν ὅτι τετρόπωται· καὶ ἔδωκεν ἀνὴρ Ἰσραὴλ τῷ Βενιαμὶν τόπον, ὅτι ἤλπισαν ἐπὶ τὸ ἔνεδρον, ἔταξαν πρὸς τὴν Γαβαά. 37 καὶ τὸ ἔνεδρον ὥρμησεν καὶ ἐξεχύθησαν πρὸς τὴν Γαβαά, καὶ ἐπορεύθη τὸ ἔνεδρον καὶ ἐπάταξαν ὅλην τὴν πόλιν ἐν στόματι ῥομφαίας. 38 καὶ συνταγὴ ἦν ἀνδρὶ Ἰσραὴλ πρὸς τὸ ἔνεδρον τοῦ ἀνενέγκαι αὐτοὺς πυρσὸν τοῦ καπνοῦ τῆς πόλεως. 39 καὶ ἀνέστρεψαν ἀνὴρ Ἰσραὴλ ἐν τῷ πολέμῳ, καὶ Βενιαμὶν ἦρκται τοῦ τύπτειν τραυματίας ἐν τῷ ἀνδρὶ Ἰσραὴλ ὡσεὶ τριάκοντα ἄνδρας, ὅτι εἶπαν Πλὴν τροπούμενος τροποῦται ἐναντίον ἡμῶν καθὼς πόλεμος ἔμπροσθεν. 40 καὶ πυρσὸς ἤρξατο ἀναβαίνειν ἐκ τῆς πόλεως στῦλος καπνοῦ· καὶ ἐπέβλεψεν Βενιαμὶν ὀπίσω αὐτοῦ, καὶ ἰδοὺ ἀνέβη συντέλεια τῆς πόλεως εἰς τὸν οὐρανόν. 41 καὶ ἀνὴρ Ἰσραὴλ ἀπέστρεψεν, καὶ ἔσπευσεν ἀνὴρ Βενιαμὶν καὶ εἶδεν ὅτι ἧπται αὐτοῦ κακία. 42 καὶ ἔκλιναν ἐνώπιον ἀνδρὸς Ἰσραὴλ εἰς τὴν ὁδὸν τῆς ἐρήμου, καὶ πόλεμος κατέφθασεν αὐτόν καὶ οἱ ἀπὸ τῶν πόλεων διέφθειραν αὐτὸν ἐν μέσῳ αὐτῶν. 43 καὶ ἔκοψαν τὸν Βενιαμὶν καταπαῦσαι αὐτὸν κατάπαυσιν καὶ κατεπάτησαν αὐτὸν ἕως ἐξ ἐναντίας τῆς Γαβαὰ ἀπὸ ἀνατολῶν ἡλίου. 44 καὶ ἔπεσαν ἐκ τοῦ Βενιαμὶν ὀκτωκαίδεκα χιλιάδες ἀνδρῶν· σὺν πᾶσιν τούτοις ἄνδρες δυνατοί. 45 καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ῥεμμών, καὶ ἐκαλαμήσαντο ἐν ταῖς ὁδοῖς πέντε χιλιάδας ἀνδρῶν· καὶ προσεκολλήθησαν ὀπίσω αὐτοῦ ἕως Γαδαὰμ καὶ ἐπάταξαν ἐξ αὐτῶν δισχιλίους ἄνδρας. 46 καὶ ἐγένοντο πάντες οἱ πεπτωκότες ἐν τῷ Βενιαμὶν εἴκοσι καὶ πέντε χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· σὺν πᾶσι τούτοις ἄνδρες δυνατοί. 47 καὶ ἐξέκλιναν καὶ ἔφυγον εἰς τὴν ἔρημον πρὸς τὴν πέτραν τὴν Ῥεμμὼν ἑξακόσιοι ἄνδρες καὶ ἐκάθισαν ἐν τῇ πέτρᾳ Ῥεμμὼν τετράμηνον. 48 καὶ ἀνὴρ Ἰσραὴλ ἀπέκλεισεν τοὺς υἱοὺς Βενιαμὶν καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας ἀπὸ πόλεως ἑξῆς ἕως κτήνους ἕως παντὸς τοῦ εὑρεθέντος εἰς πάσας τὰς πόλεις· καὶ τὰς πόλεις τὰς εὑρεθείσας ἐξαπέστειλαν ἐν πυρί.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era