Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 5 Chapter 3

1  Λέγω · κύριε , ἐγὼ ταύτας τὰς παραβολὰς οὐ γινώσκω οὐδὲ δύναμαι νοῆσαι , ἐὰν μή μοι ἐπιλύσῃς αὐτὰς . 2  Πάντα σοὶ ἐπιλύσω , φησί , καὶ ὅσα ἄν λαλήσω μετὰ σου . 3  δείξω σοὶ τὰς ἐντολὰς αὐτοῦ ἐὰν δέ τι ἀγαθὸν ποιήσῃς ἐκτὸς τῆς ἐντολῆς τοῦ θεοῦ , σεαυτῷ περιποιήσῃ δόξαν περισσοτέραν καὶ ἔσῃ ἐνδοξότερος παρὰ τῷ θεῷ οὗ ἔμελλες εἶναι . ἐὰν οὖν φυλάσσων τὰς ἐντολὰς τοῦ θεοῦ προσθῇς καὶ τὰς λειτουγίας ταύτας , χαρήσῃ , ἐὰν τηρήσῃς αὐτὰς κατὰ τὴν ἐμὴν ἐντολήν . 4  λέγω αὐτῷ · Κύριε , ἐάν μοι ἐντείλῃ , φυλάξω αὐτό · οἶδα γάρ , ὅτι σὺ μετ᾿ ἐμοῦ εἶ . Ἔσομαι , φησί , μετὰ σοῦ , ὅτι τοιαύτην προθυμίαν ἔχεις τῆς ἀγαθοποιήσεως , καὶ μετὰ πάντων δὲ ἔσομαι , φησίν , ὅσοι ταύτην τὴν προθυμίαν ἔχουσιν . 5  νηστεία αὕτη , φησί , τηρουμένων τῶν ἐντολῶν τοῦ κυρίου , λίαν καλή ἐστιν . οὕτως οὖν φυλάξεις τὴν νηστείαν ταύτην , ἣν μέλλεις τηρεῖν · 6  πρῶτον πάντων φύλαξαι ἀπὸ παντὸς ῥήματος πονηροῦ καὶ πάσης ἐπιθυμίας πονηρᾶς καὶ καθάρισόν σου τὴν καρδίαν ἀπὸ πάντων τῶν ματαιωμάτων τοῦ αἰῶνος τούτου . ἐὰν ταῦτα φυλάξῃς , ἔσται σοὶ αὕτη νηστεία τελεία . 7  οὕτω δὲ ποιήσεις · συντελέσας τὰ γεγραμμένα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ νηστεύεις ἐταπεινοφρονεῖτε γεύσῃ εἰ μὴ ἄρτον καὶ ὕδωρ , καὶ ἐκ τῶν ἐδεσμάτων σου ὧν ἔμελλες τρώγειν συμψηφίσας τὴν ποσότητα τῆς δαπάνης ἐκείνης τῆς ἡμέρας ἧς ἔμελλες ποιεῖν , δώσεις αὐτὸ χήρᾳ ὀρφανῷ ὑστερουμένῳ , καὶ οὕτω ταπεινοφρονήσεις , ἵν᾿ ἐκ τῆς ταπεινοφροσύνης σου εἰληφὼς ἐμπλήσῃ τὴν ἑαυτοῦ ψυχὴν καὶ εὔξηται ὑπὲρ σοῦ πρὸς τὸν κύριον . 8  ἐὰν οὖν οὕτω τελέσῃς τὴν νηστείαν , ὥς σοὶ ἐνετειλάμην , ἔσται θυσία σου δεκτὴ παρὰ τῷ θεῷ , καὶ ἔγγραφος ἔσται νηστεία αὕτη , καὶ λειτουργία οὕτως ἐργαζομένη καλὴ καὶ ἱλαρά ἐστι καὶ εὐπρόσδεκτος τῷ κυρίῳ . 9  ταῦτα οὕτω τηρήσεις σὺ μετὰ τῶν τέκνων σου καὶ ὅλου τοῦ οἴκου σου · τηρήσας δὲ αὐτὰ μακάριος ἔσῃ · καὶ ὅσοι ἄν ἀκούσαντες αὐτὰ τηρήσωσι , μακάριοι ἔσονται , καὶ ὅσα ἄν αἰτήσωνται παρὰ τοῦ κυρίου λήψονται .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era