Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 20

1  Ἐκ δὲ τοῦ ὄρους τοῦ τρίτου τοῦ ἔχοντος ἀκάνθας καὶ τριβόλους οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν . ἐξ αὐτῶν οἱ μὲν πλούσιοι , οἱ δὲ πραγματείαις πολλαῖς ἐμπεφυρμένοι . οἱ μὲν τριβολοί εἰσιν οἱ πλούσιοι , αἱ δὲ ἄκανθαι οἱ ἐν ταῖς πραγματείαις ταῖς ποικίλαις ἐμπεφυρμένοι . 2  οὗτοι οὖν , οἱ ἐν πολλαῖς καὶ ποικίλαις πραγματείαις ἐμπεφυρμένοι , οὐ κολλῶνται τοῖς δούλοις τοῦ θεοῦ , ἀλλ᾿ ἀποπλανῶνται πνιγόμενοι ὑπὸ τῶν πράξεων αὐτῶν · οἱ δὲ πλούσιοι δυσκόλως κολλῶνται τοῖς δούλοις τοῦ θεοῦ , φοβούμενοι , μή τι αἰτισθῶσιν ὑπ᾿ αὐτῶν · οἱ τοιοῦτοι οὖν δυσκόλως εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ θεοῦ . 3  ὥσπερ γὰρ ἐν τριβόλοις γυμνοῖς ποσὶ περιπατεῖν δύσκολόν ἐστιν , οὕτω καὶ τοῖς τοιούτοις δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν . 4  ἀλλὰ τούτοις πᾶσι μετάνοιά ἐστι , ταχινὴ δέ , ἵν᾿ τοῖς προτέροις χρόνοις οὐκ εἰργάσαντο νῦν ἀναδράμωσιν ταῖς ἡμέραις καὶ ἀγαθόν τι ποιήσωσιν . ἐὰν οὖν μετανοήσωσι καὶ ἀγαθόν τι ποιήσωσι , ζήσονται τῷ θεῷ · ἐὰν δὲ ἐπιμείνωσι ταῖς πράξεσιν αὐτῶν , παραδοθήσονται ταῖς γυναιξὶν ἐκείναις , αἵτινες αὐτοὺς θανατώσουσιν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era