Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 5 Chapter 4

1  Ἐδεήθην αὐτοῦ πολλά , ἵνα μοι δηλώσῃ τὴν παραβολὴν τοῦ ἀγροῦ καὶ τοῦ δεσπότου καὶ τοῦ ἀμπελῶνος καὶ τοῦ δούλου τοῦ χαρακώσαντος τὸν ἀμπελῶνα καὶ τῶν χαράκων καὶ τῶν βοτανῶν τῶν ἐκτετειλμένων ἐκ τοῦ ἀμπελῶνος καὶ τοῦ υἱοῦ καὶ τῶν φίλων τῶν συμβούλων · συνῆκα γάρ , ὅτι παραβολή τίς ἐστι ταῦτα πάντα . 2  δὲ ἀποκριθείς μοι εἶπεν · Αὐθάδης εἶ λίαν εἰς τὸ ἐπερωτᾶν . οὐκ ὀφείλεις , φησίν , ἐπερωτᾶν οὐδὲν ὅλως · ἐὰν γάρ σοὶ δέῃ δηλωθῆναι , δηλωθῆσεται . λέγω αὐτῷ · Κύριε , ὅσα ἄν μοι δείξῃς καὶ μὴ δηλώσῃς , μάτην ἔσομαι ἑωρακὼς αὐτὰ καὶ μὴ νοῶν , τί ἐστιν · ὡσαύτως καὶ ἐάν μοι παραβολὰς λαλήσῃς καὶ μὴ ἐπιλύσῃς μοι αὐτάς , εἰς μάτην ἔσομαι ἀκηκοώς τι παρὰ σοῦ . 3  δὲ πάλιν ἀπεκρίθη μοι λέγων · Ὃς ἄν , φησί , δοῦλος τοῦ θεοῦ καὶ ἔχῃ τὸν κύριον ἑαυτοῦ ἐν τῇ καρδίᾳ , αἰτεῖται παρ᾿ αὐτοῦ σύνεσιν καὶ λαμβάνει καὶ πᾶσαν παραβολὴν ἐπιλύει , καὶ γνωστὰ αὐτῷ γίνονται τὰ ῥήματα τοῦ κυρίου τὰ λεγόμενα διά παραβολῶν · ὅσοι δὲ βληχροί εἰσι καὶ ἀργοὶ πρὸς τὴν ἔντευξιν , ἐκεῖνοι διστάζουσιν αἰτεῖσθαι παρὰ τοῦ κυρίου · 4  δὲ κύριος πολυεύσπλαγχνός ἐστι καὶ πᾶσι τοῖς αἰτουμένοις παρ᾿ αὐτοῦ ἀδιαλείπτως δίδωσι . σὺ δὲ ἐνδεδυναμωμένος ὑπὸ τοῦ ἁγίου ἀγγέλου καὶ εἰληφὼς παρ᾿ αὐτοῦ τοιαύτην ἔντευξιν καὶ μὴ ὢν ἀργός , διατί οὐκ αἰτῇ παρὰ τοῦ κυρίου σύνεσιν καὶ λαμβάνεις παρ᾿ αὐτοῦ ; 5  λέγω αὐτῷ · Κύριε , ἐγὼ ἔχων σὲ μεθ᾿ ἑαυτοῦ ἀνάγκην ἔχω σὲ αἰτεῖσθαι καὶ σὲ ἐπερωτᾶν · σὺ γάρ μοι δεικνύεις πάντα καὶ λαλεῖς μετ᾿ ἐμοῦ · εἰ δὲ ἄτερ σου ἔβλεπον ἤκουον αὐτά , ἠρώτων ἄν τὸν κύριον , ἵνα μοι δηλωθῇ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era