Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 27

1  Ἐκ δὲ τοῦ ὄρους τοῦ δεκάτου οὗ ἦσαν δένδρα σκεπάζοντα πρόβατά τινα , οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν · 2  ἐπίσκοποι καὶ φιλόξενοι , οἵτινες ἡδέως εἰς τοὺς οἴκους ἑαυτῶν πάντοτε ὑπεδέξαντο τοὺς δούλους τοῦ θεοῦ ἄτερ ὑποκρίσεως · οἱ δὲ ἐπίσκοποι πάντοτε τοὺς ὑστερημένους καὶ τὰς χήρας τῇ διακονίᾳ ἑαυτῶν ἀδιαλείπτως ἐσκέπασαν καὶ ἁγνῶς ἀνεστράφησαν πάντοτε . 3  οὗτοι οὖν πάντες σκεπασθήσονται ὑπὸ τοῦ κυρίου διαπαντός . οἱ οὖν ταῦτα ἐργασάμενοι ἔνδοξοί εἰσι παρὰ τῷ θεῷ καὶ ἤδη τόπος αὐτῶν μετὰ τῶν ἀγγέλων ἐστίν , ἐὰν ἐπιμείνωσιν ἕως τέλους λειτουργοῦντες τῷ κυρίῳ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era