Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 8 Chapter 3

1  Λέγω αὐτῷ · Κύριε , τὸ δένδρον τοῦτο γνώρισόν μοι τί ἐστιν · ἀποροῦμαι γὰρ περὶ αὐτοῦ , ὅτι τοσούτων κλάδων κοπέντων ὑγιές ἐστι τὸ δένδρον καὶ οὐδὲν φαίνεται κεκομμένον ἀπ᾿ αὐτοῦ · ἐν τούτῳ οὖν ἀποροῦμαι . 2  Ἄκουε , φησί · τὸ δένδρον τοῦτο τὸ μέγα τὸ σκεπάζον πεδία καὶ ὄρη καὶ πᾶσαν τὴν γῆν νόμος θεοῦ ἐστιν δοθεὶς εἰς ὅλον τὸν κόσμον · δὲ νόμος οὗτος υἱὸς τοῦ θεοῦ ἐστιν κηρυχθεὶς εἰς τὰ πέρατα τῆς γῆς · οἱ δὲ ὑπὸ τὴν σκέπην λαοὶ ὄντες οἱ ἀκούσαντες τοῦ κηρύγματος καὶ πιστεύσαντες εἰς αὐτόν · 3  δὲ ἄγγελος μέγας καὶ ἔνδοξος Μιχαὴλ ἔχων τὴν ἐξουσίαν τούτου τοῦ λαοῦ καὶ διακυβερνῶν αὐτούς · οὗτος γάρ ἐστιν διδοὺς αὐτοῖς τὸν νόμον εἰς τὰς καρδίας τῶν πιστευόντων · ἐπισκέπτεται οὖν αὐτούς , οἷς ἔδωκεν , εἰ ἄρα τετηρήκασιν αὐτόν . 4  βλέπεις δὲ ἑνὸς ἑκαστου τὰς ῥάβδους · αἱ γὰρ ῥάβδοι νόμος ἐστί . βλέπεις οὖν πολλὰς ῥάβδους ἠχρειωμένας , γνώσῃ δὲ αὐτοὺς πάντας τοὺς μὴ τηρήσαντας τὸν νόμον · καὶ ὄψει ἑνὸς ἑκάστου τὴν κατοικίαν . 5  λέγω αὐτῷ · Κύριε , διατί οὓς μὲν ἀπέλυσεν εἰς τὸν πύργον , οὓς δὲ σοὶ κατέλειψεν ; Ὅσοι , φησί , παρέβησαν τὸν νόμον , ὃν ἔλαβον παρ᾿ αὐτοῦ , εἰς τὴν ἐμὴν ἐξουσίαν κατέλιπεν αὐτοὺς εἰς μετάνοιαν · ὅσοι δὲ ἤδη εὐηρέστησαν τῷ νόμῳ καὶ τετηρήκασιν αὐτόν , ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ἔχει αὐτούς . 6  Τίνες οὖν , φημί , κύριε , εἰσὶν οἱ ἐστεφανωμένοι καὶ εἰς τὸν πύργον ὑπάγοντες ; ὑπάγοντες ἀποκριθείς μοι λέγει· Οἱ ἐστεφανωμένοι οὗτοί εἰσιν οἱ μετὰ τοῦ διαβόλου παλαίσαντες καὶ νικήσαντες αὐτόν · 1 οὗτοί εἰσιν οἱ ὑπὲρ τοῦ νόμου παθόντες · 7  οἱ δὲ ἕτεροι καὶ αὐτοὶ χλωρὰς τὰς ῥάβδους ἐπιδεδωκότες καὶ παραφυάδας ἐχούσας , καρπὸν δὲ μὴ ἐχουσας οἱ ὑπὲρ τοῦ νόμου θλιβέντες , μὴ παθόντες δὲ μηδὲ ἀρνησάμενοι τὸν νόμον αὐτῶν . 8  οἱ δὲ χλωρὰς ἐπιδεδωκότες , οἵας ἔλαβον , σεμνοὶ καὶ δίκαιοι καὶ λίαν πορευθέντες ἐν καθαρᾷ καρδίᾳ καὶ τὰς ἐντολὰς κυρίου πεφυλακότες . τὰ δὲ λοιπὰ γνώσῃ , ὅταν κατανοήσω τὰς ῥάβδους ταύτας τὰς πεφυτευμένας καὶ πεποτισμένας .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era