Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 24

1  Ἐκ δὲ τοῦ ἑβδόμου ὄρους , ἐν βοτάναι χλωραὶ καὶ ἱλαραί , καὶ ὅλον τὸ ὄρος εὐθηνοῦν καὶ πᾶν γένος κτηνῶν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐνέμοντο τὰς βοτάνας ἐκ τούτῳ τῷ ὄρει , καὶ αἱ βοτάναι , ἃς ἐνέμοντο , μᾶλλον εὐθαλεῖς ἐγίνοντο , οἱ πιστεύσαντες τοιοῦτοί εἰσι . 2  πάντοτε ἁπλοῖ καὶ ἄκακοι καὶ μακάριοι ἐγίνοντο , ἐταπεινοφρονεῖτε κατ᾿ ἀλλήλων ἔχοντες , ἀλλὰ πάντοτε ἀγαλλιώμενοι ἐπὶ τοῖς δούλοις τοῦ θεοῦ καὶ ἐνδεδυμένοι τὸ πνεῦμα τὸ ἅγιον τούτων τῶν παρθένων καὶ πάντοτε σπλάγχνον ἔχοντες ἐπὶ πάντα ἄνθρωπον , καὶ ἐκ τῶν κόπων αὐτῶν παντὶ ἀνθρώπῳ ἐχορήγησαν ἀνονειδίστως καὶ ἀδιστάκτως . 3  οὖν κύριος ἰδὼν τὴν ἁπλότητα αὐτῶν καὶ πᾶσαν νηπιότητα ἐπλήθυνεν αὐτοὺς ἐν τοῖς κόποις τῶν χειρῶν αὐτῶν καὶ ἐχαρίτωσεν αὐτοὺς ἐν πάσῃ πράξει αὐτῶν . 4  λέγω δὲ ὑμῖν τοῖς τοιούτοις οὖσιν ἐγὼ ἄγγελος τῆς μετανοίας · διαμείνατε τοιοῦτοι , καὶ οὐκ ἐξαλειφθήσεται τὸ σπέρμα ὑμῶν ἕως αἰῶνος · ἐδοκίμασε γὰρ ὑμᾶς κύριος καὶ ἐνέγραψεν ὑμᾶς εἰς τὸν ἀριθμὸν τὸν ἡμέτερον , καὶ ὅλον τὸ σπέρμα ὑμῶν κατοικήσει μετὰ τοῦ υἱοῦ τοῦ θεοῦ · ἐκ γὰρ τοῦ πνεύματος αὐτοῦ ἐλάβετε .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era