Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 8 Chapter 2

1  Ἐκέλευσε δὲ ἄγγελος κυρίου στεφάνους ἐνεχθῆναι . καὶ ἐνέχθησαν στέφανοι ὡσεὶ ἐκ φοινίκων γεγονότες , καὶ ἐστεφάνωσε τοὺς ἄνδρας τοὺς ἐπιδεδωκότας τὰς ῥάβδους τὰς ἐχούσας τὰς παραφυάδας καὶ καρπόν τινα καὶ ἀπέλυσεν αὐτοὺς εἰς τὸν πύργον . 2  καὶ τοὺς ἄλλους δὲ ἀπέστειλεν εἰς τὸν πύργον , τοὺς τὰς ῥάβδοὺς τὰς χλωρὰς ἐπιδεδωκότας καὶ παραφυάδας ἐχούσας , καρπὸν δὲ μὴ ἐχούσας τὰς παραφυάδας , δοὺς αὐτοῖς σφραγῖδας . 3  ἱματισμὸν δὲ τὸν αὐτὸν πάντες εἶχον λευκὸν ὡσεὶ χιόνα , οἱ πορπορευόμενοι εἰς τὸν πύργον . 4  καὶ τοὺς τὰς ῥάβδους ἐπιδεδωκότας χλωρὰς ὡς ἔλαβον ἀπέλυσε , δοὺς αὐτοῖς ἱματισμὸν καὶ σφραγῖδας . 5  μετὰ τὸ ταῦτα τελέσαι τὸν ἄγγελον λέγει τῷ ποιμένι · Ἐγὼ ὑπάγω · σὺ δὲ τούτους ἀπολύσεις εἰς τὰ τείχη , καθὼς ἄξιός ἐστί τις κατοικεῖν . κατανόησον δὲ τὰς ῥάβδους αὐτῶν ἐπιμελῶς καὶ οὕτως ἀπόλυσον · ἐπιμελῶς δὲ κατανόησον . βλέπε , μή τίς σὲ παρέλθῃ , φησίν , ἐὰν δὲ τίς σὲ παρέλθῃ , ἐγὼ αὐτοὺς ἐπὶ τὸ θυσιαστήριον δοκιμάσω . ταῦτα εἰπὼν τῷ ποιμένι ἀπῆλθε . 6  καὶ μετὰ τὸ ἀπελθεῖν τὸν ἄγγελον λέγει μοι ποιμήν · Λάβωμεν πάντων τὰς ῥάβδους καὶ φυτεύσωμεν αὐτάς , εἴ τινες ἐξ αὐτῶν δυνήσονται ζῆσαι . λέγω αὐτῷ · Κύριε , τὰ ξηρὰ ταῦτα πῶς δύνανται ζῆσαι ; 7  ἀποκριθείς μοι λέγει · Τὸ δένδρον τοῦτο ἰτέα ἐστὶ καὶ φιλόζωον τὸ γένος · ἐὰν οὖν φυτευθῶσι καὶ μικρὰν ἰκμάδα λαμβάνωσιν αἱ ῥάβδοι , ζήσονται πολλαὶ ἐξ αὐτῶν · εἶτα δὲ πειράσωμεν καὶ ὕδωρ αὐταῖς παραχέειν . ἐὰν τις αὐτῶν δυνηθῇ ζῆσαι , συγχαρήσομαι αὐταῖς · ἐὰν δὲ μὴ ζήσῃ , οὐχ εὑρεθήσομαι ἐγὼ ἀμελής . 8  ἐκέλευσε δέ μοι ποιμὴν καλέσαι , καθώς τις αὐτῶν ἐστάθη . ἦλθον τάγματα τάγματα καὶ ἐπεδίδουν τὰς ῥάβδους τῷ ποιμένι · ἐλάμβανε δὲ ποιμὴν τὰς ῥάβδους καὶ κατὰ τάγματα ἐφύτευσεν αὐτὰς καὶ μετὰ τὸ φυτεῦσαι ὕδωρ αὐταῖς πολὺ παρέχεεν , ὥστε ἀπὸ τοῦ ὕδατος μὴ φαίνεσθαι τὰς ῥάβδους . 9  καὶ μετὰ τὸ ποτίσαι αὐτὸν τὰς ῥάβδους λέγει μοι · Ἄγωμεν καὶ μετ᾿ ὀλίγας ἡμέρας ἐπανέλθωμεν καὶ ἐπισκεψώμεθα τὰς ῥάβδους πάσας · γὰρ κτίσας τὸ δένδρον τοῦτο θέλει πάντας ζῆν τοὺς λαβόντας ἐκ τοῦ δένδρου τούτου κλάδους . ἐλπίζω δὲ κἀγώ , ὅτι λαβόντα τὰ ῥαβδία ταῦτα ἰκμάδα καὶ ποτισθέντα ὕδατι ζήσονται τὸ πλεῖστον μέρος αὐτῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era