Car Repair Manuals

Hermas: The Shepherd
Book Three
Parables

παραβολαι ας ελαλησε μετ᾿ εμου

Parable 9 Chapter 4

1  Καθὼς δὲ ἐστάθησαν ὁμοῦ κύκλῳ τῆς πύλης , οὕτως ἐβάσταζον αἱ δοκοῦσαι δυναταὶ εἶναι καὶ ὑπὸ τὰς γωνίας τοῦ λίθου ὑποδεδυκυῖαι ἦσαν . αἱ δὲ ἄλλαι ἐκ τῶν πλευρῶν τοῦ λίθου ὑποδεδύκεισαν καὶ οὕτως ἐβάσταζον πάντας τοὺς λίθους · διὰ δὲ τῆς πύλης διέφερον αὐτούς , καθὼς ἐκελεύσθησαν , καὶ ἐπεδίδουν τοῖς ἀνδράσιν εἰς τὸν πύργον · ἐκεῖνοι δὲ ἔχοντες τοὺς λίθους ᾠκοδόμουν . 2  οἰκοδομὴ δὲ τοῦ πύργου ἐγένετο ἐπὶ τὴν πέτραν τὴν μεγάλην καὶ ἐπάνω τῆς πύλης . ἡρμόσθησαν οὖν οἱ δέκα λίθοι ἐκεῖνοι καὶ ἐπέπλησαν ὅλην τὴν πετραν · καὶ ἐγένοντο ἐκεῖνοι θεμέλιος τῆς οἰκοδομῆς τοῦ πύργου · δὲ πέτρα καὶ πύλη ἦν βαστάζουσα ὅλον τὸν πύργον · 3  μετὰ δὲ τοὺς δέκα λίθους ἄλλοι ἀνέβησαν ἐκ τοῦ βυθοῦ εἴκοσι λίθοι · καὶ οὗτοι ἡρμόσθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου , βασταζόμενοι ὑπὸ τῶν παρθένων καθὼς καὶ οἱ πρότεροι . μετὰ δὲ τούτους ἀνέβησαν λε' , καὶ οὗτοι ὁμοίως ἡρμόσθησαν εἰς τὸν πύργον . μετὰ δὲ τούτους ἕτεροι ἀνέβησαν λίθοι μ' , καὶ οὗτοι πάντες ἐβλήθησαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου · ἐγένοντο οὖν στοῖχοι τέσσαρες ἐν τοῖς θεμελίοις τοῦ πύργου . 4  καὶ ἐπαύσαντο ἐκ τοῦ βυθοῦ ἀναβαίνοντες · ἐπαύσαντο δὲ καὶ οἱ οἰκοδομοῦντες μικρόν . καὶ πάλιν ἐπέταξαν οἱ ἓξ ἄνδρες τῷ πλήθει τοῦ ὄχλου ἐκ τῶν ὀρέων παραφέρειν λίθους εἰς τὴν οἰκοδομὴν τοῦ πύργου . 5  παρεφέροντο οὖν ἐκ πάντων τῶν ὀρέων χρόαις ποικίλαις λελατομημένοι ὑπὸ τῶν ἀνδρῶν καὶ ἐπεδίδοντο ταῖς παρθένοις · αἱ δὲ παρθένοι διέφερον αὐτοὺς διὰ τῆς πύλης καὶ ἐπεδίδουν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου . καὶ ὅταν εἰς τὴν οἰκοδομὴν ἐτέθησαν οἱ λίθοι οἱ ποικίλοι , ὅμοιοι ἐγένοντο λευκοὶ καὶ τὰς χρόας τὰς ποικίλας ἤλλασσον . 6  τινὲς δὲ λίθοι ἐπεδίδοντο ὑπὸ τῶν ἀνδρῶν εἰς τὴν οἰκοδομὴν καὶ οὐκ ἐγίνοντο λαμπροί , ἀλλ᾿ οἷοι ἐτέθησαν , τοιοῦτοι καὶ εὑρέθησαν · οὐ γὰρ ἦσαν ὑπὸ τῶν παρθένων ἐπιδεδομένοι οὐδὲ διὰ τῆς πύλης παρενηνεγμένοι . οὗτοι οὖν οἱ λίθοι ἀπρεπεῖς ἦσαν ἐν τῇ οἰκοδομῇ τοῦ πύργου . 7  ἰδόντες δὲ οἱ ἓξ ἄνδρες τοὺς λίθους τοὺς ἀπρεπεῖς ἐν τῇ οἰκοδομῇ ἐκέλευσαν αὐτοὺς ἀρθῆναι καὶ ἀπαχθῆναι κάτω εἰς τὸν ἴδιον τόπον , ὅθεν ἠνέχθησαν . 8  καὶ λέγουσι τοῖς ἀνδράσι τοῖς παρεμφέρουσι τοὺς λίθους · Ὅλως ὑμεῖς μὴ ἐπιδίδοτε εἰς τὴν οἰκοδομὴν λίθους · τίθετε δὲ αὐτοὺς παρὰ τὸν πύργον , ἵνα αἱ παρθένοι διὰ τῆς πύλης παρενέγκωσιν αὐτοὺς καὶ ἐπιδιδῶσιν εἰς τὴν οἰκοδομήν . ἐὰν γάρ , φασί , διὰ τῶν χειρῶν τῶν παρθένων τούτων μὴ παρενεχθῶσι διὰ τῆς πύλης , τὰς χρόας αὐτῶν ἀλλάξαι οὐ δύνανται · μὴ κοπιᾶτε οὖν , φασίν , εἰς μάτην .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era