Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 11

1 Καὶ Ἰεφθάε Γαλααδίτης ἐπηρμένος δυνάμει· καὶ αὐτὸς υἱὸς γυναικὸς πόρνης, ἐγέννησεν τῷ Γαλαὰδ τὸν Ἰεφθάε. 2 καὶ ἔτεκεν γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς καὶ ἐξέβαλον τὸν Ἰεφθάε καὶ εἶπαν αὐτῷ· οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ.

3 καὶ ἔφυγεν Ἰεφθάε ἀπὸ προσώπου ἀδελφῶν αὐτοῦ καὶ ᾤκησεν ἐν γῇ Τώβ, καὶ συνεστράφησαν πρὸς Ἰεφθάε ἄνδρες κενοὶ καὶ ἐξῆλθον μετ᾿ αὐτοῦ.

4 καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Ἀμμὼν μετὰ Ἰσραήλ, 5 καὶ πορἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν Ἰεφθάε ἀπὸ τῆς γῆς Τὼβ 6 καὶ εἶπαν τῷ Ἰεφθάε· δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγόν, καὶ παραταξώμεθα πρὸς υἱοὺς Ἀμμών. 7 καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαάδ· οὐχὶ ὑμεῖς ἐμισήσατέ με καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου καὶ ἐξαπεστείλατέ με Ἀφ᾿ ὑμῶν; καὶ διὰ τί ἤλθατε πρός με νῦν, ἡνίκα χρῄζετε; 8 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε· διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σέ, καὶ πορεύσῃ μεθ᾿ ἡμῶν καὶ παρατάξῃ πρὸς υἱοὺς Ἀμμών· καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσιν τοῖς οἰκοῦσιν Γαλαάδ. 9 καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαάδ· εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ παραδῷ κύριος αὐτοὺς ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς ἄρχοντα. 10 καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε· κύριος ἔστω ἀκούων ἀνὰ μέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτως ποιήσομεν.

11 καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαάδ, καὶ ἔθηκαν αὐτὸν λαὸς ἐπ᾿ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν. καὶ ἐλάλησεν Ἰεφθάε τοὺς λόγους αὐτοῦ πάντας ἐνώπιον κυρίου ἐν Μασσηφά.

12 Καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμὼν λέγων· τί ἐμοὶ καὶ σοί, ὅτι ἦλθες πρός με τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου; 13 καὶ εἶπεν βασιλεὺς υἱῶν Ἀμμὼν πρὸς τοὺς ἀγγέλους Ἰεφθάε· ὅτι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Ἀρνὼν καὶ ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου·. καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορπορεύσομαι.

14 καὶ προσέθηκεν ἔτι Ἰεφθάε καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμών. 15 καὶ εἶπεν αὐτῷ οὕτω λέγει Ἰεφθάε· οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ καὶ τὴν γῆν υἱῶν Ἀμμών· 16 ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σὶφ καὶ ἦλθεν εἰς Κάδης. 17 καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ λέγων· παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσεν βασιλεὺς Ἐδώμ. καὶ πρὸς βασιλέα Μωὰβ ἀπέστειλεν, καὶ οὐκ εὐδόκησεν. καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Κάδης. 18 καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ καὶ ἐκύκλωσεν τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωὰβ καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ καὶ παρενέβαλον ἐν πέραν Ἀρνὼν καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωάβ, ὅτι Ἀρνὼν ὅριον Μωάβ. 19 καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμορραίου βασιλέα Ἐσεβών, καὶ εἶπεν αὐτῷ Ἰσραήλ· παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν. 20 καὶ οὐκ ἐνεπίστευσεν Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν ὁρίῳ αὐτοῦ· καὶ συνῆξεν Σηὼν τὸν πάντα λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασά, καὶ παρετάξατο πρὸς Ἰσραήλ. 21 καὶ παρέδωκεν κύριος θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραήλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ τὴν πᾶσαν γῆν τοῦ Ἀμορραίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην. 22 ἀπὸ Ἀρνὼν καὶ ἕως τοῦ Ἰαβὸκ καὶ ἀπὸ τῆς ἐρήμου ἕως τοῦ Ἰορδάνου. 23 καὶ νῦν κύριος θεὸς Ἰσραὴλ ἐξῆρεν τὸν Ἀμορραῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν; 24 οὐχὶ ἐὰν κληρονομήσει σὲ Χαμὼς θεός σου, αὐτὰ κληρονομήσεις καὶ τοὺς πάντας, οὓς ἐξῆρεν κύριος θεὸς ἡμῶν, ἀπὸ προσώπου ἡμῶν αὐτοὺς κληρονομήσομεν; 25 καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέα Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ πολεμῶν ἐπολέμησεν αὐτόν; 26 ἐν τῷ οἰκῆσαι ἐν Ἐσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς καὶ ἐν πάσαις ταῖς πόλεσιν ταῖς παρὰ τὸν Ἰορδάνην τριακόσια ἔτη, καὶ διὰ τί οὐκ ἐρρύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ; 27 καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοὶ, καὶ σὺ ποιεῖς μετ᾿ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι κύριος κρίνων σήμερον ἀνὰ μέσον υἱῶν Ἰσραὴλ καὶ ἀνὰ μέσον υἱῶν Ἀμμών.

28 καὶ οὐκ ἤκουσεν βασιλεὺς υἱῶν Ἀμμὼν τῶν λόγων Ἰεφθάε, ὧν ἀπέστειλεν πρὸς αὐτόν. 29 Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε πνεῦμα κυρίου, καὶ πορπαρῆλθεν τὸν Γαλαὰδ καὶ τὸν Μανασσῆ καὶ πορπαρῆλθεν τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἀμμών.

30 καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ κυρίῳ καὶ εἶπεν· ἐὰν διδοὺς δῷς τοὺς υἱοὺς Ἀμμὼν ἐν τῇ χειρί μου, 31 καὶ ἔσται ἐκπορευόμενος, ὃς ἐὰν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Ἀμμών, καὶ ἔσται τῷ κυρίῳ ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.

32 καὶ πορπαρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἀμμὼν παρατάξασθαι πρὸς αὐτούς, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρὶ αὐτοῦ. 33 καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις καὶ ἕως Ἐβελχαρμὶν πληγὴν μεγάλην σφόδρα, καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

34 Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἰδοὺ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ ἦν αὕτη μονογενής, οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς θυγάτηρ. 35 καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν· , θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σου τὸ στόμα μου πρὸς κύριον καὶ οὐ δυνήσομαι ἐπιστρέψαι. 36  δὲ εἶπεν πρὸς αὐτόν· πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς κύριον; ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοὶ κύριον ἐκδίκησιν ἀπὸ τῶν ἐχθρῶν σου ἀπὸ υἱῶν Ἀμμών. 37 καὶ ἥδε εἶπεν πρὸς τὸν πατέρα αὐτῆς· ποιησάτω δὴ πατήρ μου τὸν λόγον τοῦτον ἔασόν με δύο μῆνας, καὶ πορπορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου, ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου. 38 καὶ εἶπεν· πορπορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας. καὶ ἐπορεύθη, αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.

39 καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν καὶ ἐπέστρεψεν πρὸς τὸν πατέρα αὐτῆς, καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ, ἣν ηὔξατο· καὶ αὐτὴ οὐκ ἔγνω ἄνδρα. καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ· 40 ἀπὸ ἡμερῶν εἰς ἡμέρας πορἐπορεύοντο θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε Γαλαὰδ ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era