Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 12

1 Καὶ ἐβόησεν ἀνὴρ Ἐφραίμ, καὶ πορπαρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ἰεφθάε· διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σου; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί. 2 καὶ εἶπεν Ἰεφθάε· πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ λαός μου καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν. 3 καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμών, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ᾿ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;

4 καὶ συνέστρεψεν Ἰεφθάε τοὺς πάντας ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ Ἐφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραίμ, ὅτι εἶπαν, οἱ διασῳζόμενοι τοῦ Ἐφραὶμ ὑμεῖς, Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ. 5 καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ, καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Ἐφραίμ· διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ· μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν· οὔ. 6 καὶ εἶπαν αὐτῷ· εἰπὸν δὴ Στάχυς· καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφραὶμ τεσσαράκοντα δύο χιλιάδες. 7 καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἑξήκοντα ἔτη. καὶ ἀπέθανεν Ἰεφθάε Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλαάδ.

8 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισὰν ἀπὸ Βαιθλεέμ. 9 καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη. 10 καὶ ἀπέθανεν Ἀβαισὰν καὶ ἐτάφη ἐν Βαιθλεέμ.

11 καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ Ζαβουλωνίτης δέκα ἔτη. 12 καὶ ἀπέθανεν Αἰλὼμ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών.

13 καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἐλλὴλ Φαραθωνίτης. 14 καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη. 15 καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθὼμ ἐν γῇ Ἐφραὶμ ἐν ὄρει τοῦ Ἀμαλήκ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era