Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 10

1 καὶ ἀνέστη μετὰ Ἀβιμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσαχάρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει Ἐφραίμ. 2 καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμίρ.

3 Καὶ ἀνέστη μετ᾿ αὐτὸν Ἰαῒ Γαλαάδ, καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη. 4 καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ἰαῒ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ. 5 καὶ ἀπέθανεν Ἰαῒ καὶ ἐτάφη ἐν Ῥαμνών.

6 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς Φυλιστιὶμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. 7 καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ἰσραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιὶμ καὶ ἐν χειρὶ υἱῶν Ἀμμών. 8 καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρὶ τοῦ ἐν Γαλαάδ. 9 καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ιούδαν καὶ Βενιαμὶν καὶ πρὸς Ἐφραὶμ καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα.

10 καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον λέγοντες· ἡμάρτομέν σοὶ, ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ. 11 καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιὶμ 12 καὶ Σιδωνίων καὶ Ἀμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; 13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. 14 πορπορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. 15 καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον· ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. 16 καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.

17 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. 18 καὶ εἶπον λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ἀνήρ, ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἀμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era