Car Repair Manuals

II Kings

Βασιλέων Β' (Βασιλέων Δ')

Chapter 3

1  καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλεῖ Ἰοῦδα καὶ ἐβασίλευσεν δώδεκα ἔτη

2  καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς πατὴρ αὐτοῦ καὶ οὐχ ὡς μήτηρ αὐτοῦ καὶ μετέστησεν τὰς στήλας τοῦ Βάαλ ἃς ἐποίησεν πατὴρ αὐτοῦ

3  πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ᾿ αὐτῆς

4  καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκηδ καὶ ἐπέστρεφεν τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπὶ πόκων

5  καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησεν βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραὴλ

6  καὶ ἐξῆλθεν βασιλεὺς Ἰωρὰμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ Σαμαρείας καὶ ἐπεσκέψατο τὸν Ἰσραὴλ

7  καὶ ἐπορεύθη καὶ ἐξαπέστειλεν πρὸς Ἰωσαφὰτ βασιλέα Ἰοῦδα λέγων βασιλεὺς Μωὰβ ἠθέτησεν ἐν ἐμοί εἰ πορεύσῃ μετ᾿ ἐμοῦ εἰς Μωὰβ εἰς πόλεμον καὶ εἶπεν ἀναβήσομαι ὅμοιός μοι ὅμοιός σοὶ ὡς λαός μου λαός σου ὡς οἱ ἵπποι μου οἱ ἵπποι σου

8  καὶ εἶπεν ποίᾳ ὁδῷ ἀναβῶ καὶ εἶπεν ὁδὸν ἔρημον Ἐδώμ

9  καὶ ἐπορεύθη βασιλεὺς Ἰσραὴλ καὶ βασιλεὺς Ἰοῦδα καὶ βασιλεὺς Ἐδὼμ καὶ ἐκύκλωσαν ὁδὸν ἑπτὰ ἡμερῶν καὶ οὐκ ἦν ὕδωρ τῇ παρεμβολῇ καὶ τοῖς κτήνεσιν τοῖς ἐν τοῖς ποσὶν αὐτῶν

10  καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ ὦ, oh! ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς παρερχομένους δοῦναι αὐτοὺς ἐν χειρὶ Μωάβ

11  καὶ εἶπεν Ἰωσαφὰτ οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου καὶ ἐπιζητήσωμεν τὸν κύριον παρ᾿ αὐτοῦ καὶ ἀπεκρίθη εἷς τῶν παίδων βασιλέως Ἰσραὴλ καὶ εἶπεν ὧδε Ἐλισαιὲ υἱὸς Σαφὰτ ὃς ἐπέχεεν ὕδωρ ἐπὶ χεῖρας Ἐλιοὺ

12  καὶ εἶπεν Ἰωσαφὰτ ἔστιν αὐτῷ ῥῆμα κυρίου καὶ κατέβη πρὸς αὐτὸν βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰοῦδα καὶ βασιλεὺς Ἐδώμ

13  καὶ εἶπεν Ἐλισαιὲ πρὸς βασιλέα Ἰσραὴλ τί ἐμοὶ καὶ σοί δεῦρο πρὸς τοὺς προφήτας τοῦ πατρός σου καὶ εἶπεν αὐτῷ βασιλεὺς Ἰσραὴλ μή ὅτι κέκληκεν κύριος τοὺς τρεῖς βασιλεῖς τοῦ παραδοῦναι αὐτοὺς εἰς χεῖρας Μωάβ

14  καὶ εἶπεν Ἐλισαιὲ ζῇ κύριος τῶν δυνάμεων παρέστην ἐνώπιον αὐτοῦ ὅτι εἰ μὴ πρόσωπον Ἰωσαφὰτ βασιλέως Ἰοῦδα ἐγὼ λαμβάνω εἰ ἐπέβλεψα πρὸς σὲ καὶ εἶδόν σὲ

15  καὶ νυνὶ δὲ λαβέ μοι ψάλλοντα καὶ ἐγένετο ὡς ἔψαλλεν ψάλλων καὶ ἐγένετο ἐπ᾿ αὐτὸν χεὶρ κυρίου

16  καὶ εἶπεν τάδε λέγει κύριος ποιήσατε τὸν χειμάρρουν τοῦτον βοθύνους βοθύνους

17  ὅτι τάδε λέγει κύριος οὐκ ὄψεσθε πνεῦμα καὶ οὐκ ὄψεσθε ὑετόν καὶ χειμάρρους οὗτος πλησθήσεται ὕδατος καὶ πίεσθε ὑμεῖς καὶ αἱ κτήσεις ὑμῶν καὶ τὰ κτήνη ὑμῶν

18  καὶ κούφη αὕτη ἐν ὀφθαλμοῖς κυρίου καὶ παραδώσω τὴν Μωὰβ ἐν χειρὶ ὑμῶν

19  καὶ πατάξετε πᾶσαν πόλιν ὀχυρὰν καὶ πᾶν ξύλον ἀγαθὸν καταβαλεῖτε καὶ πάσας πηγὰς ὕδατος ἐμφράξετε καὶ πᾶσαν μερίδα ἀγαθὴν ἀχρειώσετε ἐν λίθοις

20  καὶ ἐγένετο τὸ πρωῒ ἀναβαινούσης τῆς θυσίας καὶ ἰδοὺ ὕδατα ἤρχοντο ἐξ ὁδοῦ Ἐδὼμ καὶ ἐπλήσθη γῆ ὕδατος

21  καὶ πᾶσα Μωὰβ ἤκουσαν ὅτι ἀνέβησαν οἱ βασιλεῖς πολεμεῖν αὐτούς καὶ ἀνεβόησαν ἐκ παντὸς περιεζωσμένου ζώνην καὶ ἐπάνω καὶ ἔστησαν ἐπὶ τοῦ ὁρίου

22  καὶ ὤρθρισαν τὸ πρωί καὶ ἥλιος ἀνέτειλεν ἐπὶ τὰ ὕδατα καὶ εἶδεν Μωὰβ ἐξ ἐναντίας τὰ ὕδατα πυρρὰ ὡσεὶ αἷμα

23  καὶ εἶπαν αἷμα τοῦτο τῆς ῥομφαίας ἐμαχέσαντο οἱ βασιλεῖς καὶ ἐπάταξαν ἀνὴρ τὸν πλησίον αὐτοῦ καὶ νῦν ἐπὶ τὰ σκῦλα Μωάβ

24  καὶ εἰσῆλθον εἰς τὴν παρεμβολὴν Ἰσραὴλ καὶ Ἰσραὴλ ἀνέστησαν καὶ ἐπάταξαν τὴν Μωὰβ καὶ ἔφυγον ἀπὸ προσώπου αὐτῶν καὶ εἰσῆλθον εἰσπορευόμενοι καὶ τύπτοντες τὴν Μωάβ

25  καὶ τὰς πόλεις καθεῖλον καὶ πᾶσαν μερίδα ἀγαθὴν ἔρριψαν ἀνὴρ τὸν λίθον καὶ ἐνέπλησαν αὐτὴν καὶ πᾶσαν πηγὴν ὕδατος ἐνέφραξαν καὶ πᾶν ξύλον ἀγαθὸν κατέβαλον ἕως τοῦ καταλιπεῖν τοὺς λίθους τοῦ τοίχου καθῃρημένους καὶ ἐκύκλευσαν οἱ σφενδονῆται καὶ ἐπάταξαν αὐτήν

26  καὶ εἶδεν βασιλεὺς Μωὰβ ὅτι ἐκραταίωσεν ὑπὲρ αὐτὸν πόλεμος καὶ ἔλαβεν μεθ᾿ ἑαυτοῦ ἑπτακοσίους ἄνδρας ἐσπασμένους ῥομφαίαν διακόψαι πρὸς βασιλέα Ἐδὼμ καὶ οὐκ ἠδυνήθησαν

27  καὶ ἔλαβεν τὸν υἱὸν αὐτοῦ τὸν πρωτότοκον ὃς ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωμα ἐπὶ τοῦ τείχους καὶ ἐγένετο μετάμελος μέγας ἐπὶ Ἰσραὴλ καὶ ἀπῆραν ἀπ᾿ αὐτοῦ καὶ ἐπέστρεψαν εἰς τὴν γῆν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era