Car Repair Manuals

II Kings

Βασιλέων Β' (Βασιλέων Δ')

Chapter 13

1  ἐν ἔτει εἰκοστῷ καὶ τρίτῳ ἔτει τῷ Ἰωὰς υἱῷ Ὀχοζιου βασιλεῖ Ἰοῦδα ἐβασίλευσεν Ἰωαχας υἱὸς Ἰοὺ ἐν Σαμαρείᾳ ἑπτακαίδεκα ἔτη

2  καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου καὶ ἐπορεύθη ὀπίσω ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν

3  καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ Ἀζαὴλ βασιλέως Συρίας καὶ ἐν χειρὶ υἱοῦ Ἀδὲρ υἱοῦ Ἀζαὴλ πάσας τὰς ἡμέρας

4  καὶ ἐδεήθη Ἰωαχας τοῦ προσώπου κυρίου καὶ ἐπήκουσεν αὐτοῦ κύριος ὅτι εἶδεν τὴν θλῖψιν Ἰσραὴλ ὅτι ἔθλιψεν αὐτοὺς βασιλεὺς Συρίας

5  καὶ ἔδωκεν κύριος σωτηρίαν τῷ Ἰσραὴλ καὶ ἐξῆλθεν ὑποκάτωθεν χειρὸς Συρίας καὶ ἐκάθισαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τοῖς σκηνώμασιν αὐτῶν καθὼς ἐχθὲς καὶ τρίτης

6  πλὴν οὐκ ἀπέστησαν ἀπὸ ἁμαρτιῶν οἴκου Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐν αὐταῖς ἐπορεύθησαν καί γε τὸ ἄλσος ἐστάθη ἐν Σαμαρείᾳ

7  ὅτι οὐχ ὑπελείφθη τῷ Ἰωαχας λαὸς ἀλλ᾿ πεντήκοντα ἱππεῖς καὶ δέκα ἅρματα καὶ δέκα χιλιάδες πεζῶν ὅτι ἀπώλεσεν αὐτοὺς βασιλεὺς Συρίας καὶ ἔθεντο αὐτοὺς ὡς χοῦν εἰς καταπάτησιν

8  καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωαχας καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραὴλ

9  καὶ ἐκοιμήθη Ἰωαχας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ

10  ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰοῦδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωαχας ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη

11  καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου οὐκ ἀπέστη ἀπὸ πάσης ἁμαρτίας Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐν αὐταῖς ἐπορεύθη

12  καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἃς ἐποίησεν μετὰ Ἀμεσσιου βασιλέως Ἰοῦδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραὴλ

13  καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ Ἰεροβοὰμ ἐκάθισεν ἐπὶ τοῦ θρόνου αὐτοῦ ἐν Σαμαρείᾳ μετὰ τῶν υἱῶν Ἰσραὴλ

14  καὶ Ἐλισαιὲ ἠρρώστησεν τὴν ἀρρωστίαν αὐτοῦ δι᾿ ἣν ἀπέθανεν καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν πάτερ πάτερ ἅρμα Ἰσραὴλ καὶ ἱππεὺς αὐτοῦ

15  καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ λαβὲ τόξον καὶ βέλη καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη

16  καὶ εἶπεν τῷ βασιλεῖ ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸ τόξον καὶ ἐπέθηκεν Ἐλισαιὲ τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοῦ βασιλέως

17  καὶ εἶπεν ἄνοιξον τὴν θυρίδα κατ᾿ ἀνατολάς καὶ ἤνοιξεν καὶ εἶπεν Ἐλισαιὲ τόξευσον καὶ ἐτόξευσεν καὶ εἶπεν βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ καὶ πατάξεις τὴν Συρίαν ἐν Ἀφὲκ ἕως συντελείας

18  καὶ εἶπεν αὐτῷ Ἐλισαιὲ λαβὲ τόξα καὶ ἔλαβεν καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραὴλ πάταξον εἰς τὴν γῆν καὶ ἐπάταξεν βασιλεὺς τρὶς καὶ ἔστη

19  καὶ ἐλυπήθη ἐπ᾿ αὐτῷ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν εἰ ἐπάταξας πεντάκις ἑξάκις τότε ἄν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν

20  καὶ ἀπέθανεν Ἐλισαιὲ καὶ ἔθαψαν αὐτόν καὶ μονόζωνοι Μωὰβ ἦλθον ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ

21  καὶ ἐγένετο αὐτῶν θαπτόντων τὸν ἄνδρα καὶ ἰδοὺ εἶδον τὸν μονόζωνον καὶ ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφῳ Ἐλισαιὲ καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλισαιὲ καὶ ἔζησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ

22  καὶ Ἀζαὴλ ἐξέθλιψεν τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωαχας

23  καὶ ἠλέησεν κύριος αὐτοὺς καὶ οἰκτίρησεν αὐτοὺς καὶ ἐπέβλεψεν πρὸς αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ οὐκ ἠθέλησεν κύριος διαφθεῖραι αὐτοὺς καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ

24  καὶ ἀπέθανεν Ἀζαὴλ βασιλεὺς Συρίας καὶ ἐβασίλευσεν υἱὸς Ἀδὲρ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ

25  καὶ ἐπέστρεψεν Ἰωὰς υἱὸς Ἰωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Ἀδὲρ υἱοῦ Ἀζαὴλ ἃς ἔλαβεν ἐκ χειρὸς Ἰωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ τρὶς ἐπάταξεν αὐτὸν Ἰωὰς καὶ ἐπέστρεψεν τὰς πόλεις Ἰσραὴλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era