Car Repair Manuals

II Kings

Βασιλέων Β' (Βασιλέων Δ')

Chapter 20

1  ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἐζεκίας εἰς θάνατον καὶ εἰσῆλθεν πρὸς αὐτὸν Ἐσαιας υἱὸς Ἀμὼς προφήτης καὶ εἶπεν πρὸς αὐτόν τάδε λέγει κύριος ἔντειλαι τῷ οἴκῳ σου ὅτι ἀποθνῄσκεις σὺ καὶ οὐ ζήσῃ

2  καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον καὶ ηὔξατο πρὸς κύριον λέγων

3  ὦ, oh! δή κύριε μνήσθητι δὴ ὅσα περιεπάτησα ἐνώπιόν σου ἐν ἀληθείᾳ καὶ ἐν καρδίᾳ πλήρει καὶ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου ἐποίησα καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ

4  καὶ ἦν Ἐσαιας ἐν τῇ αὐλῇ τῇ μέσῃ καὶ ῥῆμα κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων

5  ἐπίστρεψον καὶ ἐρεῖς πρὸς Ἐζεκιαν τὸν ἡγούμενον τοῦ λαοῦ μου τάδε λέγει κύριος θεὸς Δαυὶδ τοῦ πατρός σου ἤκουσα τῆς προσευχῆς σου εἶδον τὰ δάκρυά σου ἰδοὺ ἐγὼ ἰάσομαί σὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναβήσῃ εἰς οἶκον κυρίου

6  καὶ προσθήσω ἐπὶ τὰς ἡμέρας σου πέντε καὶ δέκα ἔτη καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων σώσω σὲ καὶ τὴν πόλιν ταύτην καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι᾿ ἐμὲ καὶ διὰ Δαυὶδ τὸν δοῦλόν μου

7  καὶ εἶπεν λαβέτωσαν παλάθην σύκων καὶ ἐπιθέτωσαν ἐπὶ τὸ ἕλκος καὶ ὑγιάσει

8  καὶ εἶπεν Ἐζεκίας πρὸς Ἐσαιαν τί τὸ σημεῖον ὅτι ἰάσεταί με κύριος καὶ ἀναβήσομαι εἰς οἶκον κυρίου τῇ ἡμέρᾳ τῇ τρίτῃ

9  καὶ εἶπεν Ἐσαιας τοῦτο τὸ σημεῖον παρὰ κυρίου ὅτι ποιήσει κύριος τὸν λόγον ὃν ἐλάλησεν πορπορεύσεται σκιὰ δέκα βαθμούς ἐὰν ἐπιστρέφῃ δέκα βαθμούς

10  καὶ εἶπεν Ἐζεκίας κοῦφον τὴν σκιὰν κλῖναι δέκα βαθμούς οὐχί ἀλλ᾿ ἐπιστραφήτω σκιὰ δέκα βαθμοὺς εἰς τὰ ὀπίσω

11  καὶ ἐβόησεν Ἐσαιας προφήτης πρὸς κύριον καὶ ἐπέστρεψεν σκιὰ ἐν τοῖς ἀναβαθμοῖς εἰς τὰ ὀπίσω δέκα βαθμούς

12  ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδαχβαλαδαν υἱὸς Βαλαδαν βασιλεὺς Βαβυλῶνος βιβλία καὶ μαναὰ πρὸς Ἐζεκιαν ὅτι ἤκουσεν ὅτι ἠρρώστησεν Ἐζεκίας

13  καὶ ἐχάρη ἐπ᾿ αὐτοῖς Ἐζεκίας καὶ ἔδειξεν αὐτοῖς ὅλον τὸν οἶκον τοῦ νεχωθα τὸ ἀργύριον καὶ τὸ χρυσίον τὰ ἀρώματα καὶ τὸ ἔλαιον τὸ ἀγαθόν καὶ τὸν οἶκον τῶν σκευῶν καὶ ὅσα ηὑρέθη ἐν τοῖς θησαυροῖς αὐτοῦ οὐκ ἦν λόγος ὃν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ

14  καὶ εἰσῆλθεν Ἐσαιας προφήτης πρὸς τὸν βασιλέα Ἐζεκιαν καὶ εἶπεν πρὸς αὐτόν τί ἐλάλησαν οἱ ἄνδρες οὗτοι καὶ πόθεν ἥκασιν πρὸς σέ καὶ εἶπεν Ἐζεκίας ἐκ γῆς πόρρωθεν ἥκασιν πρός με ἐκ Βαβυλῶνος

15  καὶ εἶπεν τί εἶδον ἐν τῷ οἴκῳ σου καὶ εἶπεν πάντα ὅσα ἐν τῷ οἴκῳ μου εἶδον οὐκ ἦν ἐν τῷ οἴκῳ μου οὐκ ἔδειξα αὐτοῖς ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου

16  καὶ εἶπεν Ἐσαιας πρὸς Ἐζεκιαν ἄκουσον λόγον κυρίου

17  ἰδοὺ ἡμέραι ἔρχονται καὶ λημφθήσεται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα καὶ οὐχ ὑπολειφθήσεται ῥῆμα εἶπεν κύριος

18  καὶ οἱ υἱοί σου οἳ ἐξελεύσονται ἐκ σοῦ οὓς γεννήσεις λήμψεται καὶ ἔσονται εὐνοῦχοι ἐν τῷ οἴκῳ τοῦ βασιλέως Βαβυλῶνος

19  καὶ εἶπεν Ἐζεκίας πρὸς Ἐσαιαν ἀγαθὸς λόγος κυρίου ὃν ἐλάλησεν ἔστω εἰρήνη ἐν ταῖς ἡμέραις μου

20  καὶ τὰ λοιπὰ τῶν λόγων Ἐζεκίου καὶ πᾶσα δυναστεία αὐτοῦ καὶ ὅσα ἐποίησεν τὴν κρήνην καὶ τὸν ὑδραγωγὸν καὶ εἰσήνεγκεν τὸ ὕδωρ εἰς τὴν πόλιν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰοῦδα

21  καὶ ἐκοιμήθη Ἐζεκίας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυὶδ καὶ ἐβασίλευσεν Μανασσῆς υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era