Car Repair Manuals

Chapter 15

1 μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα κυρίου πρὸς Ἅβραμ ἐν ὁράματι λέγων, μὴ φοβοῦ, Ἅβραμ· ἐγὼ ὑπερασπίζω σου· μισθός σου πολὺς ἔσται σφόδρα. 2 λέγει δὲ Ἅβραμ, δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· δὲ υἱὸς Μασὲκ1 τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. 3 καὶ εἶπεν Ἅβραμ, ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, δὲ οἰκογενής μου κληρονομήσει με. 4 καὶ εὐθὺς φωνὴ κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων, οὐ κληρονομήσει σὲ οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σου οὗτος κληρονομήσει σὲ. 5 ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ, ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν, οὕτως ἔσται τὸ σπέρμα σου. 6 καὶ ἐπίστευσεν Ἅβραμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7 εἶπεν δὲ πρὸς αὐτόν, ἐγὼ θεὸς ἐξαγαγών σὲ ἐκ χώρας Χαλδαίων ὥστε δοῦναί σοὶ τὴν γῆν ταύτην κληρονομῆσαι. 8 εἶπεν δέ, δέσποτα κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; 9 εἶπεν δὲ αὐτῷ, λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. 10 ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα καὶ διεῖλεν αὐτὰ μέσα καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλεν. 11 κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν2 αὐτοῖς Ἅβραμ. 12 περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἅβραμ, καὶ ἰδοὺ φόβος σκοτεινὸς μέγας ἐπιπίπτει αὐτῷ. 13 καὶ ἐρρέθη πρὸς Ἅβραμ, γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κακώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. 14 τὸ δὲ ἔθνος, ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. 15 σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾿ εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ. 16 τετάρτη δὲ γενεὰ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. 17 ἐπεὶ δὲ ἐγίνετο ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. 18 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ διέθετο κύριος τῷ Ἅβραμ διαθήκην λέγων, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου, ποταμοῦ Εὐφράτου, 19 τοὺς Καιναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κεδμωναίους 20 καὶ τοὺς Χετταίους καὶ τοὺς Φερεζαίους καὶ τοὺς Ῥαφαῒν4 21 καὶ τοὺς Ἀμοῤῥαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὐαίους5 καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era