Car Repair Manuals

Chapter 14

1 ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἑλλασὰρ καὶ Χοδολλογομὸρ βασιλεὺς Αἰλὰμ καὶ Θαργὰλ βασιλεὺς ἐθνῶν 2 ἐποίησαν πόλεμον μετὰ Βαλλὰ βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόῤῥας καὶ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ Συμοβὸρ βασιλέως Σεβωῒμ καὶ βασιλέως Βαλὰκ (αὕτη ἐστὶν Σηγὼρ). 3 πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν (αὕτη θάλασσα τῶν ἁλῶν). 4 δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολλογομὸρ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. 5 ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθεν Χοδολλογομὸρ καὶ οἱ βασιλεῖς οἱ μετ᾿ αὐτοῦ καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ Καρναὶν καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς καὶ τοὺς Ομμαίους τοὺς ἐν Σαυῇ τῇ πόλει 6 καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσιν Σηὶρ1 ἕως τῆς τερεμίνθου τῆς Φαράν, ἐστιν ἐν τῇ ἐρήμῳ. 7 καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως (αὕτη ἐστὶν Κάδης) καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦντας ἐν Ἀσασανθαμὰρ. 8 ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωῒμ καὶ βασιλεὺς Βαλὰκ (αὕτη ἐστὶν Σηγὼρ) καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ, 9 πρὸς Χοδολλογομὸρ βασιλέα Αἰλὰμ καὶ Θαργὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἑλλασὰρ, οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. 10  δὲ κοιλὰς ἁλυκὴ φρέατα ἀσφάλτου· ἔφυγεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόῤῥας καὶ ἐνέπεσαν ἐκεῖ, οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. 11 ἔλαβον δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόῤῥας καὶ πάντα τὰ βρώματα αὐτῶν καὶ ἀπῆλθον. 12 ἔλαβον δὲ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ Ἅβραμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις.

13 παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἅβραμ τῷ περάτῃ·2 αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυὶ τῇ Μαμβρῆ Ἀμορὶς3 τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἅβραμ. 14 ἀκούσας δὲ Ἅβραμ ὅτι ὅτι ᾐχμαλώτευται Λὼτ ἀδελφὸς4 αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δάν. 15 καὶ ἐπέπεσεν ἐπ᾿ αὐτοὺς τὴν νύκτα, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβὰ, ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. 16 καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον Σοδόμων, καὶ Λὼτ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. 17 ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ - μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολλογομὸρ καὶ τῶν βασιλέων τῶν μετ᾿ αὐτοῦ - εἰς τὴν κοιλάδα τὴν Σαυῇ (τοῦτο ἦν τὸ πεδίον βασιλέως).

18 καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου. 19 καὶ ηὐλόγησεν τὸν Ἅβραμ καὶ εἶπεν, εὐλογημένος Ἅβραμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν, 20 καὶ εὐλογητὸς θεὸς ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοὶ. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων. 21 εἶπεν δὲ βασιλεὺς Σοδόμων πρὸς Ἅβραμ, δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λαβὲ σεαυτῷ 22 εἶπεν δὲ Ἅβραμ πρὸς βασιλέα Σοδόμων, ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν, 23 εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς ὅτι, ἐγὼ ἐπλούτισα τὸν Ἅβραμ· 24 πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾿ ἐμοῦ, Ἐσχὼλ, Αὐνάν, Μαμβρῆ, οὗτοι λήμψονται μερίδα.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era