Car Repair Manuals

Chapter 16

1 Σάρα δὲ γυνὴ Ἅβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία ὄνομα Ἄγαρ. 2 εἶπεν δὲ Σάρα πρὸς Ἅβραμ, ἰδοὺ συνέκλεισέν με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. ὑπήκουσεν δὲ Ἅβραμ τῆς φωνῆς Σάρας. 3 καὶ λαβοῦσα Σάρα γυνὴ Ἅβραμ Ἄγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην μετὰ - δέκα ἔτη τοῦ οἰκῆσαι Ἅβραμ ἐν γῇ Χαναὰν - καὶ ἔδωκεν αὐτὴν Ἅβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4 καὶ εἰσῆλθεν πρὸς Ἄγαρ, καὶ συνέλαβεν καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη κυρία ἐναντίον αὐτῆς. 5 εἶπεν δὲ Σάρα πρὸς Ἅβραμ ἀδικοῦμαι ἐκ σου· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σου. 6 εἶπεν δὲ Ἅβραμ πρὸς Σάραν, ἰδοὺ παιδίσκη σου ἐν ταῖς χερσίν σου· χρῶ αὐτῇ, ὡς ἄν σοὶ ἀρεστὸν . καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς.

7 εὗρεν δὲ αὐτὴν ἄγγελος κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8 καὶ εἶπεν αὐτῇ ἄγγελος κυρίου Ἄγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ καὶ ποῦ πορπορεύῃ; καὶ εἶπεν, ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. 9 εἶπεν δὲ αὐτῇ ἄγγελος κυρίου, ἀποστράφητι πρὸς τὴν κυρίαν σου καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. 10 καὶ εἶπεν αὐτῇ ἄγγελος κυρίου, πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. 11 καὶ εἶπεν αὐτῇ ἄγγελος κυρίου, ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις καὶ τέξῃ υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ, ὅτι ἐπήκουσεν κύριος τῇ ταπεινώσει σου. 12 οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ᾿ αὐτόν, καὶ κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. 13 καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα κυρίου τοῦ λαλοῦντος πρὸς αὐτήν, σὺ θεὸς ἐπιδών με· ὅτι εἶπεν καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. 14 ἕνεκεν τούτου ἐκάλεσεν τὸ φρέαρ, φρέαρ οὗ ἐνώπιον εἶδον· ἰδοὺ ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βαράδ. 15 καὶ ἔτεκεν Ἄγαρ τῷ Ἅβραμ υἱόν, καὶ ἐκάλεσεν Ἅβραμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἄγαρ, Ἰσμαήλ. 16 Ἅβραμ δὲ ἦν ὀγδοήκοντα ἓξ ἐτῶν, ἡνίκα ἔτεκεν Ἄγαρ τὸν Ἰσμαὴλ τῷ Ἅβραμ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era