Car Repair Manuals

Chapter 17

1 ἐγένετο δὲ Ἅβραμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἅβραμ καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ καὶ γίνου ἄμεμπτος, 2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου καὶ πληθυνῶ σὲ σφόδρα. 3 καὶ ἔπεσεν Ἅβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ θεὸς λέγων, 4 καὶ ἐγὼ ἰδοὺ διαθήκη μου μετὰ σου, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν. 5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἅβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου Ἁβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σὲ. 6 καὶ αὐξανῶ σὲ σφόδρα σφόδρα καὶ θήσω σὲ εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σου ἐξελεύσονται. 7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς γενεὰς αὐτῶν εἰς διαθήκην αἰώνιον εἶναί σου θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 καὶ δώσω σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς θεός. 9 καὶ εἶπεν θεὸς πρὸς Ἁβραάμ, σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. 10 καὶ αὕτη διαθήκη, ἣν διατηρήσεις, ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν· περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. 11 καὶ περιτμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. 12 καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν πᾶν ἀρσενικὸν εἰς τὰς γενεὰς ὑμῶν, οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος ἀπὸ παντὸς υἱοῦ ἀλλοτρίου, ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματός σου. 13 περιτομῇ περιτμηθήσεται οἰκογενὴς τῆς οἰκίας σου καὶ ἀργυρώνητος, καὶ ἔσται διαθήκη μου ἐπὶ τῆς σαρκὸς ὑμῶν εἰς διαθήκην αἰώνιον. 14 καὶ ἀπερίτμητος ἄρσην, ὃς οὐ περιτμηθήσεται τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ἐξολεθρευθήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ὅτι τὴν διαθήκην μου διεσκέδασεν. 15 εἶπεν δὲ θεὸς τῷ Ἁβραάμ, Σάρα γυνή σου, οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. 16 εὐλογήσω δὲ αὐτὴν καὶ δώσω σοὶ ἐξ αὐτῆς τέκνον· καὶ εὐλογήσω αὐτόν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἔσονται. 17 καὶ ἔπεσεν Ἁβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασεν καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων, εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ εἰ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται; 18 εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θεόν Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου. 19 εἶπεν δὲ θεὸς τῷ Ἁβραάμ, ναί· ἰδοὺ Σάῤῥα γυνή σου τέξεταί σοὶ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ, καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ᾿ αὐτόν. 20 περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ἐπήκουσά σου· ἰδοὺ εὐλόγησα αὐτὸν καὶ αὐξανῶ αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα· δώδεκα ἔθνη γεννήσει καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. 21 τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαάκ, ὃν τέξεταί σοὶ Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον ἐν τῷ ἐνιαυτῷ τῷ ἑτέρῳ. 22 συνετέλεσεν δὲ λαλῶν πρὸς αὐτὸν καὶ ἀνέβη θεὸς ἀπὸ Ἁβραάμ.

23 καὶ ἔλαβεν Ἁβραάμ Ἰσμαὴλ τὸν υἱὸν αὐτοῦ καὶ πάντας τοὺς οἰκογενεῖς αὐτοῦ καὶ πάντας τοὺς ἀργυρωνήτους καὶ πᾶν ἄρσεν τῶν ἀνδρῶν τῶν ἐν τῷ οἴκῳ Ἁβραὰμ καὶ περιέτεμεν τὰς ἀκροβυστίας αὐτῶν ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης, καθὰ ἐλάλησεν αὐτῷ θεός. 24 Ἁβραὰμ δὲ ἦν ἐνενήκοντα ἐννέα ἐτῶν, ἡνίκα περιέτεμεν τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· 25 Ἰσμαὴλ δὲ υἱὸς αὐτοῦ ἐτῶν δέκα τριῶν ἦν, ἡνίκα περιετμήθη τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ. 26 ἐν τῷ καιρῷ τῆς ἡμέρας ἐκείνης περιετμήθη Ἁβραὰμ καὶ Ἰσμαὴλ υἱὸς αὐτοῦ· 27 καὶ πάντες οἱ ἄνδρες τοῦ οἴκου αὐτοῦ καὶ οἱ οἰκογενεῖς καὶ οἱ ἀργυρώνητοι ἐξ ἀλλογενῶν ἐθνῶν, περιέτεμεν αὐτούς.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era