1 Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε , ὅσα παρέχει ὁ θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς , οἱ γενόμενοι παράδεισος τρυφῆς , πάγκαρπον ξύλον εὐθαλοῦν ἀνατείλαντες ἐν ἑαυτοῖς , ποικίλοις καρποῖς κεκοσμημένοι . 2 ἐν γὰρ τούτῳ τῷ χωρίῳ ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται · ἀλλ᾿ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ , ἀλλ᾿ ἡ παρακοὴ ἀναιρεῖ . 3 οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα , ὡς θεὸς ἀπ᾿ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε , διὰ γνώσεως ζωὴν ἐπιδιεκνύς · ᾗ μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ᾿ ἀρχῆς πλάνῃ τοῦ ὄφεως γεγύμνωνται . 4 οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως οὐδὲ γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς · διὸ πλησίον ἑκάτερον πεφύτευται . 5 ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος λέγει · Ἡ γνῶσις φυσιοῖ , ἡ δὲ ἀγάπη οἰκοδομεῖ . 6 ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ μαρτυρουμένης ὑπὸ τῆς ζωῆς οὐκ ἔγνω , ὑπὸ τοῦ ὄφεως πλανᾶται , μὴ ἀγαπήσας τὸ ζῆν . ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν ἐπ᾿ ἐλπίδι φυτεύει , καρπὸν προσδοκῶν . 7 ἤτω σοὶ καρδία γνῶσις , ζωὴ δὲ λόγος ἀληθής , χωρούμενος . 8 οὗ ξύλον φέρων καὶ καρπὸν αἱρῶν τρυγήσεις ἀεὶ τὰ παρὰ θεῷ ποθούμενα , ὧν ὄφις οὐχ ἅπτεται οὐδὲ πλάνη συγχρωτίζεται · οὐδὲ Εὔα φθείρεται , ἀλλὰ παρθένος πιστεύεται · 9 καὶ σωτήριον δείκνυται , καὶ ἀπόστολοι συνετίζονται , καὶ τὸ κυρίου πάσχα προέρχεται , καὶ καιροὶ συνάγονται καὶ μετὰ κόσμου ἁρμόζονται , καὶ διδάσκων ἁγίους ὁ λόγος εὐφαίνεται , δι᾿ οὗ πατὴρ δοξάζεται · ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας . ἀμήν .