Car Repair Manuals

Epistle to Diognetus

επιστολη προς διογνητον

Chapter 4

1  Ἀλλὰ μὴν τό γε περὶ τὰς βρώσεις αὐτῶν ψοφοδεὲς καὶ τὴν περὶ τὰ σάββατα δεισιδαιμονίαν καὶ τὴν τῆς περιτομῆς ἀλαζονείαν καὶ τὴν τῆς νηστείας καὶ νουμηνίας εἰρωνείαν , καταγέλαστα καὶ οὐδενὸς ἄξια λόγου , οὐ νομίζω σὲ χρῄζειν παρ᾿ ἐμοῦ μαθεῖν . 2  τὸ τε γὰρ τῶν ὑπὸ τοῦ θεοῦ κτισθέντων εἰς χρῆσιν ἀνθρώπων μὲν ὡς καλῶς κτισθέντα παραδέχεσθαι , δ᾿ ὡς ἄχρηστα καὶ περισσὰ παραιτεῖσθαι , πῶς οὐκ ἀθέμιστον ; 3  τὸ δὲ καταψεύδεσθαι θεοῦ ὡς κωλύοντος ἐν τῇ τῶν σαββάτων ἡμέρᾳ καλόν τι ποιεῖν , πῶς οὐκ ἀσεβές ; 4  τὸ δὲ καὶ τὴν μείωσιν τῆς σαρκὸς μαρτύριον ἐκλογῆς ἀλαζονεύεσθαι ὡς διὰ τοῦτο ἐξαιρέτως ἠγαπημένους ὑπὸ θεοῦ , πῶς οὐ χλεύης ἄξιον ; 5  τὸ δὲ παρεδρεύοντας αὐτοὺς ἄστροις καὶ σελήνῃ τὴν παρατήρησιν τῶν μηνῶν καὶ τῶν ἡμερῶν ποιεῖσθαι καὶ τὰς οἰκονομίας θεοῦ καὶ τὰς τῶν καιρῶν ἀλλαγὰς καταδιαιρεῖν πρὸς τὰς αὐτῶν ὁρμάς , ἃς μὲν εἰς ἑορτάς , ἃς δὲ εἰς πένθη · τίς ἄν θεοσεβείας καὶ οὐκ ἀφροσύνης πολὺ πλέον ἡγήσαιτο δεῖγμα ; 6  τῆς μὲν οὖν κοινῆς εἰκαιότητος καὶ ἀπάτης καὶ τῆς Ἰουδαίων πολυπραγμοσύνης καὶ ἀλαζονείας ὡς ὀρθῶς ἀπέχονται Χριστιανοί , ἀρκούντως σὲ νομίζω μεμαθηκέναι · τὸ δὲ τῆς ἰδίας αὐτῶν θεοσεβείας μυστήριον μὴ προσδοκήσῃς δύνασθαι παρὰ ἀνθρώπου μαθεῖν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era