Car Repair Manuals

Epistle to Diognetus

επιστολη προς διογνητον

Chapter 6

1  Ἁπλῶς δ᾿ εἰπεῖν , ὅπερ ἐστὶν σώματι ψυχή , τοῦτ᾿ εἰσὶν ἐν κόσμῳ Χριστιανοί . 2  ἔσπαρται κατὰ πάντων τῶν τοῦ σώματος μελῶν ψυχή , καὶ Χριστιανοὶ κατὰ τὰς τοῦ κόσμου πόλεις . 3  οἰκεῖ μὲν ἐν τῷ ἐν τῷ σώματι ψυχή , οὐκ ἔστι δὲ ἐκ τοῦ σώματος · καὶ Χριστιανοὶ ἐν κόσμῳ οἰκοῦσιν , οὐκ εἰσὶ δὲ ἐκ τοῦ κόσμου . 4  ἀόρατος ψυχὴ ἐν ὁρατῷ φρουρεῖται τῷ σώματι · καὶ Χριστιανοὶ γινώσκονται μὲν ὄντες ἐν τῷ κόσμῳ , ἀόρατος δὲ αὐτῶν θεοσέβεια μένει . 5  μισεῖ τὴν ψυχὴν σὰρξ καὶ πολεμεῖ ἐταπεινοφρονεῖτε ἀδικουμένη , διότι ταῖς ἡδοναῖς κωλύεται χρῆσθαι · μισεῖ καὶ Χριστιανοὺς κόσμος ἐταπεινοφρονεῖτε ἀδικούμενος , ὅτι ταῖς ἡδοναῖς ἀντιτάσσονται . 6  ψυχὴ τὴν μισοῦσαν ἀγαπᾷ σάρκα καὶ τὰ μέλη · καὶ Χριστιανοὶ τοὺς μισοῦντας ἀγαπῶσιν . 7  ἐγκέκλεισται μὲν ψυχὴ τῷ σώματι , συνέχει δὲ αὐτὴ τὸ σῶμα · καὶ Χριστιανοὶ κατέχονται μὲν ὡς ἐν φρουρᾷ τῷ κόσμῳ , αὐτοὶ δὲ συνέχουσι τὸν κόσμον . 8  ἀθάνατος ψυχὴ ἐν θνητῷ σκηνώματι κατοικεῖ · καὶ Χριστιανοὶ παροικοῦσιν ἐν φθαρτοῖς , τὴν ἐν οὐρανοῖς ἀφθαρσίαν προσδεχόμενοι . 9  κακουργουμένη σιτίοις καὶ ποτοῖς ψυχὴ βελτιοῦται · καὶ Χριστιανοὶ κολαζόμενοι καθ᾿ ἡμέραν πλεονάζουσι μᾶλλον . 10  εἰς τοσαύτην αὐτοὺς τάξιν ἔθετο θεός , ἣν οὐ θεμιτὸν αὐτοῖς παραιτήσασθαι .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era