Car Repair Manuals

Epistle to Diognetus

επιστολη προς διογνητον

Chapter 1

Ἐπειδὴ ὁρῶ , κράτιστε Διόγνητε , ὑπερεσπουδακότα σὲ τὴν θεοσέβειαν τῶν Χριστιανῶν μαθεῖν καὶ πάνυ σαφῶς καὶ ἐπιμελῶς πυνθανόμενον περὶ αὐτῶν , τίνι τε θεῷ πεποιθότες καὶ πῶς θρησκεύοντες αὐτὸν τόν τε κόσμον ὑπερορῶσι πάντες καὶ θανάτου καταφρονοῦσι καὶ οὔτε τοὺς νομιζομένους ὑπὸ τῶν Ἑλλήνων θεοὺς λογίζονται οὔτε τὴν Ἰουδαίων δεισιδαιμονίαν φυλάσσουσι , καὶ τίνα τὴν φιλοστοργίαν ἔχουσι πρὸς ἀλλήλους , καὶ τί δή ποτε καινὸν τοῦτο γένος ἐπιτήδευμα εἰσῆλθεν εἰς τὸν βίον νῦν καὶ οὐ πρότερον · ἀποδέχομαί γε τῆς προθυμίας σὲ ταύτης καὶ παρὰ τοῦ θεοῦ , τοῦ καὶ τὸ λέγειν καὶ τὸ ἀκούειν ἡμῖν χορηγοῦντος , αἰτοῦμαι δοθῆναι ἐμοὶ μὲν εἰπεῖν οὕτως , ὡς μάλιστα ἄν ἀκούσαντά σὲ βελτίω γενέσθαι , σοί τε οὕτως ἀκοῦσαι , ὡς μὴ λυπηθῆναι τὸν εἰπόντα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era