Car Repair Manuals

Epistle to Diognetus

επιστολη προς διογνητον

Chapter 3

1  Ἑξῆς δὲ περὶ τοῦ μὴ κατὰ τὰ αὐτὰ Ἰουδαίοις θεοσεβεῖν αὐτοὺς οἶμαί σὲ μάλιστα ποθεῖν ἀκοῦσαι . 2  Ἰουδαῖοι τοίνυν , εἰ μὲν ἀπέχονται ταύτης τῆς προειρημένης λατρείας , καλῶς θεὸν ἕνα τῶν πάντων σέβειν καὶ δεσπότην ἀξιοῦσι φρονεῖν · εἰ δὲ τοῖς προειρημένοις ὁμοιοτρόπως τὴν θρησκείαν προσάγουσιν αὐτῷ ταύτην , διαμαρτάνουσιν . 3  γὰρ τοῖς ἀναισθήτοις καὶ κωφοῖς προσφέροντες οἱ Ἕλληνες ἀφροσύνης δεῖγμα παρέχουσι , ταῦθ᾿ οὗτοι καθάπερ προσδεομένῳ τῷ θεῷ λογιζόμενοι παρέχειν μωρίαν εἰκὸς μᾶλλον ἡγοῖντ᾿ ἄν , οὐ θεοσέβειαν . 4  γὰρ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς καὶ πᾶσιν ἡμῖν χορηγῶν , ὧν προσδεόμεθα , οὐδενὸς ἄν αὐτὸς προσδέοιτο τούτων ὧν τοῖς οἰομένοις διδόναι παρέχει αὐτός . 5  οἱ δέ γε θυσίας αὐτῷ δι᾿ αἵματος καὶ κνίσης καὶ ὁλοκαυτωμάτων ἐπιτελεῖν οἰόμενοι καὶ ταύταις ταῖς τιμαῖς αὐτὸν γεραίρειν , οὐδέν μοι δοκοῦσι διαφέρειν τῶν εἰς τὰ κωφὰ τὴν αὐτὴν ἐνδεικνυμένων φιλοτιμίαν · τῶν μὲν μὴ δυναμένοις τῆς τιμῆς μεταλαμβάνειν , τῶν δὲ δοκούντων παρέχειν τῷ μηδενὸς προσδεομένῳ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era