Car Repair Manuals

Judges

Chapter 4

Alexandrus

Vaticanus

1 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου. Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου· καὶ Ἀὼδ ἀπέθανεν.
2 καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν. καὶ ἀπέδοτο αὐτοὺς κύριος ἐν χειρὶ Ἰαβὶν βασιλέως Χαναάν, ὃς ἐβασίλευσεν ἐν Ἀσώρ· καὶ ἄρχων τῆς δυνάμεως αὐτοῦ Σισάρα, καὶ αὐτὸς κατῴκει ἐν Ἀρισὼθ τῶν ἐθνῶν.
3 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη. καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη.
4 Καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ. Καὶ Δεββώρα γυνὴ προφῆτις γυνὴ Λαφιδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ.
5 καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον Ῥαμὰ καὶ ἀνὰ μέσον Βαιθὴλ ἐν ὄρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ ἐκεῖ τοῦ κρίνεσθαι. καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββώρα ἀνὰ μέσον τῆς Ῥαμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφραίμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν.
6 καὶ ἀπέστειλεν Δεββώρα καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κεδὲς Νεφθαλὶ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ σοὶ ἐνετείλατο κύριος θεὸς Ἰσραὴλ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβὼρ καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν Νεφθαλὶ καὶ ἀπὸ τῶν υἱῶν Ζαβουλών; καὶ ἀπέστειλεν Δεββώρα καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβινεὲμ ἐκ Κάδης Νεφθαλὶ καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ἐνετείλατο κύριος θεὸς Ἰσραὴλ σοὶ καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβώρ, καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών,
7 καὶ ἀπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβὶν καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ καὶ παραδώσω αὐτὸν ἐν τῇ χειρί σου. καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κισῶν τὸν Σισάρα ἄρχοντα τῆς δυνάμεως Ἰαβίν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου;
8 καὶ εἶπεν πρὸς αὐτὴν Βαρὰκ Ἐὰν πορπορευθῇς μετ᾿ ἐμοῦ, πορπορεύσομαι, καὶ ἐὰν μὴ πορπορευθῇς μετ᾿ ἐμοῦ, οὐ πορπορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν, ἐν εύοδοῖ κύριος τὸν ἄγγελον μετ᾿ ἐμοῦ. καὶ εἶπεν πρὸς αὐτὴν Βαρὰκ Ἐὰν πορπορευθῇς μετ᾿ ἐμοῦ πορπορεύσομαι, καὶ ἐὰν μὴ πορπορευθῇς οὐ πορπορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν εύοδοῖ τὸν ἄγγελον κύριος μετ᾿ ἐμοῦ.
9 καὶ εἶπεν πρὸς αὐτὸν Δεββώρα Πορευομένη πορπορεύσομαι μετὰ σου πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου εἰς τὴν ὁδόν, ἣν σὺ πορπορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ τοῦ Βαρὰκ εἰς Κεδκές. καὶ εἶπεν Πορευομένη πορπορεύσομαι μετὰ σου· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδόν ἣν σὺ πορπορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται κύριος τὸν Σισάρα. καὶ ἀνέστη Δεββώρα καὶ ἐπορεύθη μετὰ Βαρὰκ ἐκ Κάδης.
10 καὶ παρήγγειλεν Βαρὰκ τῷ Ζαβουλὼν καὶ τῷ Νεφθαλὶ εἰς Κεδές, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ Δεββώρα ἀνέβη μετ᾿ αὐτοῦ. καὶ ἐβόησεν Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ ἀνέβη μετ᾿ αὐτοῦ Δεββώρα.
11 καὶ οἱ πλησίον τοῦ Κιναίου ἐχωρίσθησαν ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ πρὸς δρῦν ἀναπαυομένων, ἐστιν ἐχόμενα Κεδές. καὶ Χαβὲρ Κιναῖος ἐχωρίσθη ἀπὸ Καινὰ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἐστιν ἐχόμενα Κεδές.
12 Καὶ ἀνήγγειλαν τῷ Σισάρα ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐπ᾿ ὄρος Θαβώρ. καὶ ἀνηγγέλη Σισάρα ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβινεὲμ εἰς ὄρος Θαβώρ.
13 καὶ ἐκάλεσεν Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ (ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ) καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν. καὶ ἐκάλεσεν Σισάρα πάντα τὰ ἅρματα αὐτοῦ, ἐννακόσια ἅρματα σιδηρᾶ καὶ πάντα τὸν λαὸν τὸν μετ᾿ αὐτοῦ ἀπὸ Ἀρισὼθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κισῶν.
14 καὶ εἶπεν Δεββώρα πρὸς Βαρὰκ Ἀνάστηθι, ὅτι αὕτη ἡμέρα, ἐν παρέδωκεν κύριος τὸν Σισάρα ἐν χειρί σου οὐκ ἰδοὺ κύριος ἐλεύσεται ἔμπροσθέν σου; καὶ κατέβη Βαρὰκ ἀπὸ τοῦ ὄρους Θαβὼρ καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ. καὶ εἶπεν Δεββώρα πρὸς Βαρὰκ Ἀνάστηθι, ὅτι αὕτη ἡμέρα ἐν παρέδωκεν κύριος τὸν Σισάρα ἐν τῇ χειρί σου, ὅτι κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ ἀπὸ τοῦ ὄρους Θαβώρ, καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ.
15 καὶ ἐξέστησεν κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἀπὸ τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ. καὶ ἐξέστησεν κύριος τὸν Σισάρα καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σισάρα ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ.
16 καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως δρυμοῦ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός. καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρισὼθ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σισάρα ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός.
17 καὶ Σισάρα ἀνεχώρησεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ τοῦ Κιναίου, ὅτι εἰρήνη ἀνὰ μέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀνὰ μέσον οἴκου Χαβὲρ τοῦ Κιναίου. καὶ Σισάρα ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὲρ ἑταίρου τοῦ Κιναίου, ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ἰαβὶν βασιλέως Ἀσὼρ καὶ ἀνὰ μέσον οἴκου Χαβὲρ τοῦ Κιναίου.
18 καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπάντησιν Σισάρα καὶ εἶπεν πρὸς αὐτόν Ἔκνευσον, κύριέ μου, ἔκνευσον πρός με, μὴ φοβοῦ· καὶ ἐξένευσεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν, καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς. καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα καὶ εἶπεν αὐτῷ Ἔκκλινον, κύριέ μου, ἔκκλινον πρός με, μὴ φοβοῦ. καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ.
19 καὶ εἶπεν Σισάρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα· καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ. καὶ εἶπεν Σισάρα πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν αὐτόν.
20 καὶ εἶπεν πρὸς αὐτήν Στῆθι ἐν τῇ θύρᾳ τῆς σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σὲ καὶ εἴπῃ σοὶ Ἔστιν ἐνταῦθα ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν· καὶ συνεκάλυψεν αὐτὸν ἐν τῇ δέρρει αὐτῆς. καὶ εἶπεν πρὸς αὐτὴν Σισάρα στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σὲ καὶ εἴπῃ Εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς οὐκ ἔστιν.
21 καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἡσυχῇ καὶ ἐνέκρουσεν τὸν πάσσαλον ἐν τῇ γνάθῳ αὐτοῦ καὶ διήλασεν ἐν τῇ γῇ, καὶ αὐτὸς ἀπεσκάρισεν ἀνὰ μέσον τῶν γονάτων αὐτῆς καὶ ἐξέψυξεν καὶ ἀπέθανεν. καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χαβὲρ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν.
22 καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς ἀπαντὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοὶ τὸν ἄνδρα, ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα πεπτωκὼς νεκρός, καὶ πάσσαλος ἐν τῇ γνάθῳ αὐτοῦ. καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοὶ τὸν ἄνδρα ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σισάρα ῥεριμμένος νεκρός, καὶ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ.
23 καὶ ἐταπείνωσεν κύριος θεὸς τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον υἱῶν Ἰσραήλ. καὶ ἐτρόπωσεν θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰαβὶν βασιλέα Χαναὰν ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ.
24 καὶ ἐπορεύθη χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναάν, ἕως ἐξωλέθρευσαν αὐτόν. καὶ πορἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβὶν βασιλέα Χαναάν, ἕως οὗ ἐξωλέθρευσαν τὸν Ἰαβὶν βασιλέα Χαναάν.


Copyright © 2012 John Barach at GreekDoc.com


Motor Era Blog

Auto Service Repair Manuals on Motor Era