Car Repair Manuals

Judges

Chapter 10

Alexandrus

Vaticanus

1 Καὶ ἀνέστη μετὰ Ἀβιμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουὰ υἱὸς πατραδέλφου αὐτοῦ ἀνὴρ Ἰσσαχάρ, καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Ἐφραίμ. καὶ ἀνέστη μετὰ Ἀβιμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσαχάρ, καὶ αὐτὸς ᾤκει ἐν Σαμὶρ ἐν ὄρει Ἐφραίμ.
2 καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμαρείᾳ. καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμίρ.
3 Καὶ ἀνέστη μετ᾿ αὐτὸν Ἰαῒ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι καὶ δύο ἔτη. Καὶ ἀνέστη μετ᾿ αὐτὸν Ἰαῒ Γαλαάδ, καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη.
4 καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους· καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς, καὶ ἐκάλεσεν αὐτὰς Ἐπαύλεις Ἰαῒ ἕως τῆς ἡμέρας ταύτης, αἵ εἰσιν ἐν τῇ γῇ Γαλαάδ. καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους· καὶ τριάκοντα δύο πόλεις αὐτοῖς, καὶ ἐκάλουν αὐτὰς ἐπαύλεις Ἰαῒ ἕως τῆς ἡμέρας ταύτης ἐν γῇ Γαλαάδ.
5 καὶ ἀπέθανεν Ἰαῒ καὶ ἐτάφη ἐν Ραμμώ. καὶ ἀπέθανεν Ἰαῒ καὶ ἐτάφη ἐν Ῥαμνών.
6 Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς τῶν ἀλλοφύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐδούλευσαν τοῖς Βααλὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς Φυλιστιὶμ καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
7 καὶ ἐθυμώθη ὀργῇ κύριος ἐν τῷ Ἰσραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοφύλων καὶ ἐν χειρὶ υἱῶν Ἀμμών. καὶ ὠργίσθη θυμῷ κύριος ἐν Ἰσραὴλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιὶμ καὶ ἐν χειρὶ υἱῶν Ἀμμών.
8 καὶ ἐσάθρωσαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, πάντας τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν τῇ γῇ τοῦ Ἀμορραίου ἐν τῇ Γαλααδίτιδι. καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρὶ τοῦ ἐν Γαλαάδ.
9 καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ἰοῦδα καὶ Βενιαμὶν καὶ ἐν τῷ οἴκῳ Ἐφραίμ, καὶ ἐθλίβησαν οἱ υἱοὶ Ἰσραὴλ σφόδρα. καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ιούδαν καὶ Βενιαμὶν καὶ πρὸς Ἐφραὶμ καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα.
10 καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον λέγοντες Ἡμάρτομέν σοὶ, ὅτι ἐγκατελίπομεν τὸν θεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλίμ. καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον λέγοντες· ἡμάρτομέν σοὶ, ὅτι ἐγκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλίμ.
11 καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ἰσραὴλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ καὶ οἱ ἀλλόφυλοι καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ· μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιὶμ
12 καὶ Σιδώνιοι καὶ Μαδιὰμ καὶ Ἀμαλὴκ ἐξέθλιψαν ὑμᾶς; καὶ ἐκεκράξατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν. καὶ Σιδωνίων καὶ Ἀμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρός με καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν;
13 καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς.
14 βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. πορπορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεούς, οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν.
15 καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον· ἡμάρτομεν ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου, πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
16 καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ· καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ, καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ἰσραήλ. καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ, καὶ ὠλιγώθη ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ.
17 Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρενέβαλον ἐν Γαλαάδ, καὶ ἐξῆλθον οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ Μασσηφά. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμών, καὶ παρενέβαλον ἐν Γαλαάδ. καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ.
18 καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλαὰδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Ἀμμών; καὶ ἔσται εἰς κεφαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ. καὶ εἶπον λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ἀνήρ, ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἀμμών; καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ.


Copyright © 2012 John Barach at GreekDoc.com


Motor Era Blog

Auto Service Repair Manuals on Motor Era