Car Repair Manuals

Judges

Chapter 12

Alexandrus

Vaticanus

1 Καὶ συνήχθησαν οἱ υἱοὶ Ἐφραὶμ καὶ ἦλθον εἰς Σεφινὰ καὶ εἶπον πρὸς Ἰεφθάε Τί ὅτι πορἐπορεύθης πολεμεῖν ἐν τοῖς υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σου; τὸν οἶκόν σου ἐμπρήσομεν ἐν πυρί. Καὶ ἐβόησεν ἀνὴρ Ἐφραίμ, καὶ πορπαρῆλθαν εἰς βορρᾶν καὶ εἶπαν πρὸς Ἰεφθάε· διὰ τί παρῆλθες παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν καὶ ἡμᾶς οὐ κέκληκας πορευθῆναι μετὰ σου; τὸν οἶκόν σου ἐμπρήσομεν ἐπὶ σὲ ἐν πυρί.
2 καὶ εἶπεν πρὸς αὐτοὺς Ἰεφθάε Ἀνὴρ ἀντιδικῶν ἤμην ἐγὼ καὶ λαός μου, καὶ οἱ υἱοὶ Ἀμμὼν ἐταπείνουν με σφόδρα· καὶ ἐβόησα πρὸς ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν. καὶ εἶπεν Ἰεφθάε· πρὸς αὐτούς ἀνὴρ μαχητὴς ἤμην ἐγὼ καὶ λαός μου καὶ οἱ υἱοὶ Ἀμμὼν σφόδρα· καὶ ἐβόησα ὑμᾶς, καὶ οὐκ ἐσώσατέ με ἐκ χειρὸς αὐτῶν.
3 καὶ εἶδον ὅτι οὐκ ἦν σῴζων, καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ διέβην πρὸς τοὺς υἱοὺς Ἀμμών, καὶ παρέδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ ἵνα τί ἀνέβητε πρός με τῇ ἡμέρᾳ ταύτῃ τοῦ πολεμεῖν ἐν ἐμοί; καὶ εἶδον ὅτι οὐκ εἶ σωτήρ, καὶ ἔθηκα τὴν ψυχήν μου ἐν χειρί μου καὶ παρῆλθον πρὸς υἱοὺς Ἀμμών, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρί μου· καὶ εἰς τί ἀνέβητε ἐπ᾿ ἐμὲ ἐν τῇ ἡμέρᾳ ταύτῃ παρατάξασθαι ἐν ἐμοί;
4 καὶ συνήθροισεν Ἰεφθάε πάντας τοὺς ἄνδρας Γαλαὰδ καὶ ἐπολέμει τὸν Ἐφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραίμ, ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Ἐφραὶμ ὑμεῖς, Γαλαὰδ ἐν μέσῳ Ἐφραὶμ καὶ ἐν μέσῳ Μανασσῆ. καὶ συνέστρεψεν Ἰεφθάε τοὺς πάντας ἄνδρας Γαλαὰδ καὶ παρετάξατο τῷ Ἐφραίμ, καὶ ἐπάταξαν ἄνδρες Γαλαὰδ τὸν Ἐφραίμ, ὅτι εἶπαν, οἱ διασῳζόμενοι τοῦ Ἐφραὶμ ὑμεῖς, Γαλαὰδ ἐν μέσῳ τοῦ Ἐφραὶμ καὶ ἐν μέσῳ τοῦ Μανασσῆ.
5 καὶ προκατελάβοντο ἄνδρες Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ, καὶ ἐγενήθη ὅτι εἶπαν οἱ διασεσῳσμένοι τοῦ Ἐφραὶμ Διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαὰδ Μὴ ὑμεῖς ἐκ τοῦ Ἐφραίμ; καὶ εἶπαν Οὔκ ἐσμεν. καὶ προκατελάβετο Γαλαὰδ τὰς διαβάσεις τοῦ Ἰορδάνου τοῦ Ἐφραίμ, καὶ εἶπαν αὐτοῖς οἱ διασῳζόμενοι Ἐφραίμ· διαβῶμεν, καὶ εἶπαν αὐτοῖς οἱ ἄνδρες Γαλαάδ· μὴ Ἐφραθίτης εἶ; καὶ εἶπεν· οὔ.
6 καὶ εἶπαν αὐτοῖς Εἴπατε δὴ Σύνθημα· καὶ οὐ κατηύθυναν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτῶν καὶ ἔσφαξαν αὐτοὺς ἐπὶ τὰς διαβάσεις τοῦ Ἰορδάνου, καὶ ἔπεσαν ἐξ Ἐφραὶμ ἐν τῷ καιρῷ ἐκείνῳ δύο τεσσαράκοντα χιλιάδες. καὶ εἶπαν αὐτῷ· εἰπὸν δὴ Στάχυς· καὶ οὐ κατεύθυνεν τοῦ λαλῆσαι οὕτως. καὶ ἐπελάβοντο αὐτοῦ, καὶ ἔθυσαν αὐτὸν πρὸς τὰς διαβάσεις τοῦ Ἰορδάνου, καὶ ἔπεσαν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἐφραὶμ τεσσαράκοντα δύο χιλιάδες.
7 Καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἓξ ἔτη. καὶ ἀπέθανεν Ἰεφθάε Γαλααδίτης καὶ ἐτάφη ἐν τῇ πόλει αὐτοῦ Γαλαάδ. καὶ ἔκρινεν Ἰεφθάε τὸν Ἰσραὴλ ἑξήκοντα ἔτη. καὶ ἀπέθανεν Ἰεφθάε Γαλααδίτης, καὶ ἐτάφη ἐν πόλει αὐτοῦ ἐν Γαλαάδ.
8 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἐσεβὼν ἐκ Βαιθλεέμ. Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἀβαισὰν ἀπὸ Βαιθλεέμ.
9 καὶ ἐγένοντο αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες ἐξαπεσταλμέναι ἔξω, καὶ τριάκοντα γυναῖκας εἰσήγαγεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη. καὶ ἦσαν αὐτῷ τριάκοντα υἱοὶ καὶ τριάκοντα θυγατέρες, ἃς ἐξαπέστειλεν ἔξω, καὶ τριάκοντα θυγατέρας εἰσήνεγκεν τοῖς υἱοῖς αὐτοῦ ἔξωθεν. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ἑπτὰ ἔτη.
10 καὶ ἀπέθανεν Ἐσεβὼν καὶ ἐτάφη ἐν Βηθλεέμ. καὶ ἀπέθανεν Ἀβαισὰν καὶ ἐτάφη ἐν Βαιθλεέμ.
11 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼν Ζαβουλωνίτης. καὶ ἔκρινεν τὸν Ἰσραὴλ δέκα ἔτη. καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Αἰλὼμ Ζαβουλωνίτης δέκα ἔτη.
12 καὶ ἀπέθανεν Αἰλὼν Ζαβουλωνίτης ἐν Αἰλίμ, καὶ ἔθαψαν αὐτὸν ἐν γῇ Ζαβουλών. καὶ ἀπέθανεν Αἰλὼμ Ζαβουλωνίτης καὶ ἐτάφη ἐν Αἰλὼμ ἐν γῇ Ζαβουλών.
13 Καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Λαβδὼν Λαβδὼν υἱὸς Σελλὴμ Φρααθωνίτης. καὶ ἔκρινεν μετ᾿ αὐτὸν τὸν Ἰσραὴλ Ἀβδὼν υἱὸς Ἐλλὴλ Φαραθωνίτης.
14 καὶ ἐγένοντο αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱοὶ τῶν υἱῶν αὐτοῦ ἐπιβεβηκότες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη. καὶ ἦσαν αὐτῷ τεσσαράκοντα υἱοὶ καὶ τριάκοντα υἱῶν υἱοὶ ἐπιβαίνοντες ἐπὶ ἑβδομήκοντα πώλους. καὶ ἔκρινεν τὸν Ἰσραὴλ ὀκτὼ ἔτη.
15 καὶ ἀπέθανεν Λαβδὼν υἱὸς Σελλὴμ Φρααθωνίτης καὶ ἐτάφη ἐν Φρααθὼν ἐν γῇ Ἐφραὶμ ἐν ὄρει Λανάκ. καὶ ἀπέθανεν Ἀβδὼν υἱὸς Ἐλλὴλ Φαραθωνίτης καὶ ἐτάφη ἐν Φαραθὼμ ἐν γῇ Ἐφραὶμ ἐν ὄρει τοῦ Ἀμαλήκ.


Copyright © 2012 John Barach at GreekDoc.com


Motor Era Blog

Auto Service Repair Manuals on Motor Era