Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 13

1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2 Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν, ἄνδρα ἕνα κατὰ φυλὴν κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτούς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.

3 Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι. 4 καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβὴν Σαλαμιὴλ υἱὸς Ζακχούρ· 5 τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρί· 6 τῆς φυλῆς Ἰοῦδα Χαλὲβ υἱὸς Ἰεφοννή· 7 τῆς φυλῆς Ἰσσαχὰρ Ἰγαὰλ υἱὸς Ἰωσήφ· 8 τῆς φυλῆς Ἐφραὶμ Αὐσὴ υἱὸς Ναυή· 9 τῆς φυλῆς Βενιαμὶν Φαλτὶ υἱὸς Ῥαφού· 10 τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί· 11 τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ Γαδδὶ υἱὸς Σουσί· 12 τῆς φυλῆς Δὰν Ἀμιὴλ υἱὸς Γαμαλί· 13 τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· 14 τῆς φυλῆς Νεφθαλὶ Ναβὶ υἱὸς Ἰαβί· 15 τῆς φυλῆς Γὰδ Γουδιὴλ υἱὸς Μακχί· 16 ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλεν Μωυσῆς κατασκέψασθαι τὴν γῆν. καὶ ἐπωνόμασεν Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ Ἰησοῦν.

17 Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν καὶ εἶπεν πρὸς αὐτούς Ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος 18 καὶ ὄψεσθε τὴν γῆν, τίς ἐστιν, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπ᾿ αὐτῆς, εἰ ἰσχυρότερός ἐστιν ἀσθενής, εἰ ὀλίγοι εἰσὶν πολλοί· 19 καὶ τίς γῆ, εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπ᾿ αὐτῆς, εἰ καλή ἐστιν πονηρά· καὶ τίνες αἱ πόλεις, εἰς ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἐν ἀτειχίστοις· 20 καὶ τίς γῆ, εἰ πίων παρειμένη, εἰ ἔστιν ἐν αὐτῇ δένδρα οὔ· καὶ προσκαρτερήσαντες λήμψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς. 21 καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ῥαὰβ εἰσπορευομένων Ἐφαάθ. 22 καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον καὶ ἦλθον ἕως Χεβρών, καὶ ἐκεῖ Ἀχιμὰν καὶ Σεσσὶ καὶ Θελαμὶν γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἑπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τάνιν Αἰγύπτου. 23 καὶ ἤλθοσαν ἕως φάραγγος βότρυος καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπ᾿ αὐτοῦ καὶ ἦραν αὐτὸν ἐπ᾿ ἀναφορεῦσιν καὶ ἀπὸ τῶν ῥοῶν καὶ ἀπὸ τῶν συκῶν. 24 τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν φάραγξ βότρυος διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ. 25 Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας

26 Καὶ πορπορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ εἰς τὴν ἔρημον Φαρὰν Κάδης καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ τῇ συναγωγῇ καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς. 27 καὶ διηγήσαντο αὐτῷ καὶ εἶπαν Ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι, καὶ οὗτος καρπὸς αὐτῆς· 28 ἀλλ᾿ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπ᾿ αὐτῆς, καὶ αἱ πόλεις ὀχυραὶ τετειχισμέναι καὶ μεγάλαι σφόδρα, καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ, 29 καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς νότον, καὶ Χετταῖος καὶ Εὐαῖος καὶ Ἰεβουσαῖος καὶ Ἀμορραῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ, καὶ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν. 30 καὶ κατεσιώπησεν Χαλὲβ τὸν λαὸν πρὸς Μωυσῆν καὶ εἶπεν αὐτῷ Οὐχί ἀλλὰ ἀναβάντες ἀναβησόμεθα καὶ κατακληρονομήσομεν αὐτήν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς. 31 καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετ᾿ αὐτοῦ εἶπαν Οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερόν ἐστιν ἡμῶν μᾶλλον. 32 καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς, ἣν κατεσκέψαντο αὐτήν, πρὸς τοὺς υἱοὺς Ἰσραὴλ λέγοντες Τὴν γῆν, ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπ᾿ αὐτῆς ἐστιν· πᾶς λαός, ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις· 33 καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες, ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era