Car Repair Manuals

Numbers

Ἀριθμοί

Chapter 34

1 Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2 Ἔντειλαι τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χαναάν· αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν, γῆ Χαναὰν σὺν τοῖς ὁρίοις αὐτῆς. 3 καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σὶν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν· 4 καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβὶν καὶ πορπαρελεύσεται Σεννά, καὶ ἔσται διέξοδος αὐτοῦ πρὸς λίβα Κάδης τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀρὰδ καὶ πορπαρελεύσεται Ἀσεμωνά· 5 καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμωνὰ χειμάρρουν Αἰγύπτου, καὶ ἔσται διέξοδος θάλασσα. 6 καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· θάλασσα μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

7 καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος· 8 καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Ἐμάθ, καὶ ἔσται διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδά· 9 καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνά, καὶ ἔσται διέξοδος αὐτοῦ Ἀσερναΐν· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ. 10 καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἀσερναῒν Σεπφαμά· 11 καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφὰμ Ἀρβηλὰ ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ ὅρια Βηλὰ ἐπὶ νώτου θαλάσσης Χεναρὰ ἀπὸ ἀνατολῶν· 12 καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται διέξοδος θάλασσα ἁλυκή αὕτη ἔσται ὑμῖν γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ.

13 καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων αὕτη γῆ, ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ· 14 ὅτι ἔλαβεν φυλὴ υἱῶν Ῥουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ᾿ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσῆ ἀπέλαβον τοὺς κλήρους αὐτῶν, 15 δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἰεριχὼ ἀπὸ νότου κατ᾿ ἀνατολάς.

16 καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 17 Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν· Ἐλεαζὰρ ἱερεὺς καὶ Ἰησοῦς τοῦ Ναυή. 18 καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν.

19 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ἰοῦδα Χαλὲβ υἱὸς Ἰεφοννή· 20 τῆς φυλῆς Συμεὼν Σαλαμιὴλ υἱὸς Ἐμιούδ· 21 τῆς φυλῆς Βενιαμὶν Ἐλδὰδ υἱὸς Χασλών· 22 τῆς φυλῆς Δὰν ἄρχων Βακχὶρ υἱὸς Ἐγλί· 23 τῶν υἱῶν Ἰωσὴφ φυλῆς υἱῶν Μανασσῆ ἄρχων Ἀνιὴλ υἱὸς Οὐφί, 24 τῆς φυλῆς υἱῶν Ἐφραὶμ ἄρχων Καμουὴλ υἱὸς Σαβαθά· 25 τῆς φυλῆς Ζαβουλὼν ἄρχων Ἐλισαφὰν υἱὸς Φαρνάχ· 26 τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ ἄρχων Φαλτιὴλ υἱὸς Ὀζά· 27 τῆς φυλῆς υἱῶν Ἀσὴρ ἄρχων Ἀχιὼρ υἱὸς Σελεμί· 28 τῆς φυλῆς Νεφθαλὶ ἄρχων Φαδαὴλ υἱὸς Βεναμιούδ.

29 οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῇ Χαναάν.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era