Car Repair Manuals

Joel

Ἰωήλ

  • Chapter:
  • 1
  • 2
  • 3

Chapter 3

1 Διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν Ἰοῦδα καὶ Ἱερουσαλήμ, 2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα Ἰωσαφὰτ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου Ἰσραήλ, οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν· καὶ τὴν γῆν μου καταδιείλαντο 3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον.

4 καὶ τί καὶ ὑμεῖς ἐμοί, Τύρος καὶ Σιδὼν καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι; μνησικακεῖτε ὑμεῖς ἐπ᾿ ἐμοὶ ὀξέως; καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, 5 ἀνθ᾿ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν 6 καὶ τοὺς υἱοὺς Ἰοῦδα καὶ τοὺς υἱοὺς Ἱερουσαλὴμ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. 7 ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου, οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ, καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν 8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν Ἰοῦδα, καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον, ὅτι κύριος ἐλάλησεν.

9 Κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητάς· προσαγάγετε καὶ ἀναβαίνετε, πάντες ἄνδρες πολεμισταί. 10 συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ἀδύνατος λεγέτω ὅτι ἰσχύω ἐγώ. 11 συναθροίζεσθε καὶ εἰσπορεύεσθε, πάντα τὰ ἔθνη κυκλόθεν, καὶ συνάχθητε ἐκεῖ· πραῢς ἔστω μαχητής. 12 ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφάτ, διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν.

13 ἐξαποστείλατε δρέπανα, ὅτι παρέστηκεν τρύγητος· εἰσπορεύεσθε πατεῖτε, διότι πλήρης ληνός· ὑπερεκχεῖται τὰ ὑπολήνια, ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν. 14 ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης, ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης. 15  ἥλιος καὶ σελήνη συσκοτάσουσιν, καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶν.

16  δὲ κύριος ἐκ Σιὼν ἀνακεκράξεται καὶ ἐξ Ἱερουσαλὴμ δώσει φωνὴν αὐτοῦ, καὶ σεισθήσεται οὐρανὸς καὶ γῆ· δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς Ἰσραήλ. 17 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος θεὸς ὑμῶν κατασκηνῶν ἐν Σιὼν ἐν ὄρει ἁγίῳ μου· καὶ ἔσται Ἱερουσαλὴμ πόλις ἁγία, καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι᾿ αὐτῆς οὐκέτι.

18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ῥυήσονται γάλα, καὶ πᾶσαι αἱ ἀφέσεις Ἰοῦδα ῥυήσονται ὕδατα, καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων.

19 Αἴγυπτος εἰς ἀφανισμὸν ἔσται, καὶ Ἰδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν Ἰοῦδα, ἀνθ᾿ ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν. 20  δὲ Ἰουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ Ἱερουσαλὴμ εἰς γενεὰς γενεῶν. 21 καὶ ἐκδικήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθῳώσω. καὶ κύριος κατασκηνώσει ἐν Σιών.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era