Car Repair Manuals

Job

Ἰὼβ

Chapter 3

1  Μετὰ τοῦτο ἤνοιξεν Ιὼβ τὸ στόμα αὐτοῦ 2  καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων

3  Ἀπόλοιτο ἡμέρα , ἐν ἐγεννήθην , καὶ νύξ , ἐν εἶπαν Ἰδοὺ ἄρσεν . 4  ἡμέρα ἐκείνη εἴη σκότος , καὶ μὴ ἀναζητήσαι αὐτὴν κύριος ἄνωθεν , μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος · 5  ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου , ἐπέλθοι ἐπ᾿ αὐτὴν γνόφος . 6  καταραθείη ἡμέρα καὶ νὺξ ἐκείνη , ἀπενέγκαιτο αὐτὴν σκότος · μὴ εἴη εἰς ἡμέρας ἐνιαυτοῦ μηδὲ ἀριθμηθείη εἰς ἡμέρας μηνῶν · 7  ἀλλὰ νὺξ ἐκείνη εἴη ὀδύνη , καὶ μὴ ἔλθοι ἐπ᾿ αὐτὴν εὐφροσύνη μηδὲ χαρμονή · 8  ἀλλὰ καταράσαιτο αὐτὴν καταρώμενος τὴν ἡμέραν ἐκείνην μέλλων τὸ μέγα κῆτος χειρώσασθαι . 9  σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης , ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα , 10  ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου · ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου .

11  διὰ τί γὰρ ἐν κοιλίᾳ οὐκ ἐτελεύτησα , ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην ; 12  ἵνα τί δὲ συνήντησάν μοι γόνατα ; ἵνα τί δὲ μαστοὺς ἐθήλασα ; 13  νῦν ἂν κοιμηθεὶς ἡσύχασα , ὑπνώσας δὲ ἀνεπαυσάμην 14  μετὰ βασιλέων βουλευτῶν γῆς , οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν , 15  μετὰ ἀρχόντων , ὧν πολὺς χρυσός , οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου , 16  ὥσπερ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς ὥσπερ νήπιοι , οἳ οὐκ εἶδον φῶς . 17  ἐκεῖ ἀσεβεῖς ἐξέκαυσαν θυμὸν ὀργῆς , ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι · 18  ὁμοθυμαδὸν δὲ οἱ αἰώνιοι οὐκ ἤκουσαν φωνὴν φορολόγου · 19  μικρὸς καὶ μέγας ἐκεῖ ἐστιν καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ .

20  ἵνα τί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς , ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς ; 21  οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς , 22  περιχαρεῖς δὲ ἐγένοντο , ἐὰν κατατύχωσιν . 23  θάνατος ἀνδρὶ ἀνάπαυμα , συνέκλεισεν γὰρ θεὸς κατ᾿ αὐτοῦ · 24  πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει , δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ · 25  φόβος γάρ , ὃν ἐφρόντισα , ἦλθέν μοι , καὶ ὃν ἐδεδοίκειν , συνήντησέν μοι . 26  οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην , ἦλθεν δέ μοι ὀργή .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era