Car Repair Manuals

exodus

ἔξοδος

Chapter 13

1  εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων 2  ἁγίασόν μοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον πᾶσαν μήτραν ἐν τοῖς υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐμοί ἐστιν 3  εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν μνημονεύετε τὴν ἡμέραν ταύτην ἐν ἐξήλθατε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑμᾶς κύριος ἐντεῦθεν καὶ οὐ βρωθήσεται ζύμη 4  ἐν γὰρ τῇ σήμερον ὑμεῖς ἐκπορεύεσθε ἐν μηνὶ τῶν νέων 5  καὶ ἔσται ἡνίκα ἐὰν εἰσαγάγῃ σὲ κύριος θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Εὐαίων καὶ Γεργεσαίων καὶ Ἀμοῤῥαίων καὶ Φερεζαίων καὶ Ἰεβουσαίων ἣν ὤμοσεν τοῖς πατράσιν σου δοῦναί σοὶ γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ μηνὶ τούτῳ 6  ἓξ ἡμέρας ἔδεσθε ἄζυμα τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ ἑορτὴ κυρίου 7  ἄζυμα ἔδεσθε τὰς ἑπτὰ ἡμέρας οὐκ ὀφθήσεταί σοὶ ζυμωτόν οὐδὲ ἔσται σοὶ ζύμη ἐν πᾶσιν τοῖς ὁρίοις σου 8  καὶ ἀναγγελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων διὰ τοῦτο ἐποίησεν κύριος θεός μοι ὡς ἐξεπορευόμην ἐξ Αἰγύπτου 9  καὶ ἔσται σοὶ σημεῖον ἐπὶ τῆς χειρός σου καὶ μνημόσυνον πρὸ ὀφθαλμῶν σου ὅπως ἂν γένηται νόμος κυρίου ἐν τῷ στόματί σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σὲ κύριος θεὸς ἐξ Αἰγύπτου 10  καὶ φυλάξεσθε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν Ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας

11  καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σὲ κύριος θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων ὃν τρόπον ὤμοσεν τοῖς πατράσιν σου καὶ δώσει σοὶ αὐτήν 12  καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἐν τοῖς κτήνεσίν σου ὅσα ἐὰν γένηταί σοὶ τὰ ἀρσενικά ἁγιάσεις τῷ κυρίῳ 13  πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ ἐὰν δὲ μὴ ἀλλάξῃς λυτρώσῃ αὐτό πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου λυτρώσῃ 14  ἐὰν δὲ ἐρωτήσῃ σὲ υἱός σου μετὰ ταῦτα λέγων τί τοῦτο καὶ ἐρεῖς αὐτῷ ὅτι ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ἡμᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας 15  ἡνίκα δὲ ἐσκλήρυνεν Φαραὼ ἐξαποστεῖλαι ἡμᾶς ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως πρωτοτόκων κτηνῶν διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον μήτραν τὰ ἀρσενικά καὶ πᾶν πρωτότοκον τῶν υἱῶν μου λυτρώσομαι 16  καὶ ἔσται εἰς σημεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ ὀφθαλμῶν σου ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σὲ κύριος ἐξ Αἰγύπτου

17  ὡς δὲ ἐξαπέστειλεν Φαραὼ τὸν λαόν οὐχ ὡδήγησεν αὐτοὺς θεὸς ὁδὸν γῆς Φυλιστιὶμ ὅτι ἐγγὺς ἦν εἶπεν γὰρ θεός μήποτε μεταμελήσῃ τῷ λαῷ ἰδόντι πόλεμον καὶ ἀποστρέψῃ εἰς Αἴγυπτον 18  καὶ ἐκύκλωσεν θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρημον εἰς τὴν ἐρυθρὰν θάλασσαν πέμπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου 19  καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ἰωσήφ μεθ᾿ ἑαυτοῦ ὅρκῳ γὰρ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ᾿ ὑμῶν

20  ἐξάραντες δὲ οἱ υἱοὶ Ἰσραὴλ ἐκ Σοκχὼθ ἐστρατοπέδευσαν ἐν Ὀθόμ παρὰ τὴν ἔρημον 21  δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν ἐν στύλῳ νεφέλης δεῖξαι αὐτοῖς τὴν ὁδόν τὴν δὲ νύκτα ἐν στύλῳ πυρός 22  οὐκ ἐξέλιπεν στῦλος τῆς νεφέλης ἡμέρας καὶ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era