Car Repair Manuals

Isaiah

Ἡσαΐας

Chapter 21

1  τὸ ὅραμα τῆς ἐρήμου ὡς καταιγὶς δι᾿ ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς φοβερὸν

2  τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ἀθετῶν ἀθετεῖ ἀνομῶν ἀνομεῖ ἐπ᾿ ἐμοὶ οἱ Αἰλαμῖται καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ᾿ ἐμὲ ἔρχονται νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν

3  διὰ τοῦτο ἐνεπλήσθη ὀσφύς μου ἐκλύσεως καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν ἠδίκησα τὸ μὴ ἀκοῦσαι ἐσπούδασα τὸ μὴ βλέπειν

4  καρδία μου πλανᾶται καὶ ἀνομία με βαπτίζει ψυχή μου ἐφέστηκεν εἰς φόβον

5  ἑτοίμασον τὴν τράπεζαν πίετε φάγετε ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς

6  ὅτι οὕτως εἶπεν κύριος πρός με πορβαδίσας σεαυτῷ στῆσον σκοπὸν καὶ ἂν ἴδῃς ἀνάγγειλον

7  καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου ἀκρόασαι ἀκρόασιν πολλὴν

8  καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιὰν κυρίου καὶ εἶπεν ἔστην διὰ παντὸς1 ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἔστην ὅλην τὴν νύκτα

9  καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος καὶ ἀποκριθεὶς εἶπεν πέπτωκεν Βαβυλών καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβησαν εἰς τὴν γῆν

10  ἀκούσατε οἱ καταλελειμμένοι καὶ οἱ ὀδυνώμενοι ἀκούσατε ἤκουσα παρὰ κυρίου σαβαὼθ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν

11  τὸ ὅραμα τῆς Ἰδουμαίας πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηὶρ φυλάσσετε ἐπάλξεις

12  φυλάσσω τὸ πρωῒ καὶ τὴν νύκτα ἐὰν ζητῇς ζήτει καὶ παρ᾿ ἐμοὶ οἴκει

13  ἐν τῷ δρυμῷ ἑσπέρας κοιμηθήσῃ ἐν τῇ ὁδῷ Δαιδάν

14  εἰς συνάντησιν διψῶντι ὕδωρ φέρετε οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμὰν ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν

15  διὰ τὸ πλῆθος τῶν φευγόντων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ

16  ὅτι οὕτως εἶπέν μοι κύριος ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ ἐκλείψει δόξα τῶν υἱῶν Κηδάρ

17  καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον διότι κύριος ἐλάλησεν θεὸς Ἰσραὴλ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era