Car Repair Manuals

Isaiah

Ἡσαΐας

Chapter 12

1  καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εὐλογήσω σὲ κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με

2  ἰδοὺ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ καὶ σωθήσομαι ἐν αὐτῷ καὶ οὐ φοβηθήσομαι διότι δόξα μου καὶ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν

3  καὶ ἀντλήσετε ὕδωρ μετ᾿ εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου

4  καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑμνεῖτε κύριον βοᾶτε τὸ ὄνομα αὐτοῦ ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ μιμνῄσκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ

5  ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταῦτα ἐν πάσῃ τῇ γῇ

6  ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε οἱ κατοικοῦντες Σιὼν ὅτι ὑψώθη ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era