Car Repair Manuals

Isaiah

Ἡσαΐας

Chapter 36

1  καὶ ἐγένετο τοῦ τεσσαρεσκαιδεκάτου ἔτους βασιλεύοντος Ἐζεκίου ἀνέβη Σενναχηριμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς

2  καὶ ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων Ῥαψακην ἐκ Λαχὶς εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα Ἐζεκιαν μετὰ δυνάμεως πολλῆς καὶ ἔστη ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναφέως

3  καὶ ἐξῆλθεν πρὸς αὐτὸν Ἐλιακὶμ τοῦ Χελκιου οἰκονόμος καὶ Σομνας γραμματεὺς καὶ Ἰωὰχ τοῦ Ἀσὰφ ὑπομνηματογράφος

4  καὶ εἶπεν αὐτοῖς Ῥαψακης εἴπατε Ἐζεκία τάδε λέγει βασιλεὺς μέγας βασιλεὺς Ἀσσυρίων τί πεποιθὼς εἶ

5  μὴ ἐν βουλῇ λόγοις χειλέων παράταξις γίνεται καὶ νῦν ἐπὶ τίνι πέποιθας ὅτι ἀπειθεῖς μοι

6  ἰδοὺ πεποιθὼς εἶ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην ἐπ᾿ Αἴγυπτον ὃς ἂν ἐπ᾿ αὐτὴν ἐπιστηρισθῇ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ οὕτως ἐστὶν Φαραὼ βασιλεὺς Αἰγύπτου καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτῷ

7  εἰ δὲ λέγετε ἐπὶ κύριον τὸν θεὸν ἡμῶν πεποίθαμεν

8  νῦν μείχθητε τῷ κυρίῳ μου τῷ βασιλεῖ Ἀσσυρίων καὶ δώσω ὑμῖν δισχιλίαν ἵππον εἰ δυνήσεσθε δοῦναι ἀναβάτας ἐπ᾿ αὐτούς

9  καὶ πῶς δύνασθε ἀποστρέψαι εἰς πρόσωπον τοπάρχου ἑνός οἰκέται εἰσὶν οἱ πεποιθότες ἐπ᾿ Αἰγυπτίοις εἰς ἵππον καὶ ἀναβάτην

10  καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὴν χώραν ταύτην πολεμῆσαι αὐτήν

11  καὶ εἶπεν πρὸς αὐτὸν Ἐλιακὶμ καὶ Σομνας καὶ Ἰωὰχ λάλησον πρὸς τοὺς παῖδάς σου Συριστί ἀκούομεν γὰρ ἡμεῖς καὶ μὴ λάλει πρὸς ἡμᾶς Ιουδαϊστὶ καὶ ἵνα τί λαλεῖς εἰς τὰ ὦτα τῶν ἀνθρώπων τῶν ἐπὶ τῷ τείχει

12  καὶ εἶπεν Ῥαψακης πρὸς αὐτούς μὴ πρὸς τὸν κύριον ὑμῶν πρὸς ὑμᾶς ἀπέσταλκέν με κύριός μου λαλῆσαι τοὺς λόγους τούτους οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθ᾿ ὑμῶν ἅμα

13  καὶ ἔστη Ῥαψακης καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαϊστὶ καὶ εἶπεν ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

14  τάδε λέγει βασιλεύς μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λόγοις οἳ οὐ δυνήσονται ῥύσασθαι ὑμᾶς

15  καὶ μὴ λεγέτω ὑμῖν Ἐζεκίας ὅτι ῥύσεται ὑμᾶς θεός καὶ οὐ μὴ παραδοθῇ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων

16  μὴ ἀκούετε Ἐζεκίου τάδε λέγει βασιλεὺς Ἀσσυρίων εἰ βούλεσθε εὐλογηθῆναι ἐκπορεύεσθε πρός με καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς καὶ πίεσθε ὕδωρ τοῦ λάκκου ὑμῶν

17  ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν γῆ σίτου καὶ οἴνου καὶ ἄρτων καὶ ἀμπελώνων

18  μὴ ὑμᾶς ἀπατάτω Ἐζεκίας λέγων θεὸς ὑμῶν ῥύσεται ὑμᾶς μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων

19  ποῦ ἐστιν θεὸς Αἰμαθ καὶ Ἀρφαθ καὶ ποῦ θεὸς τῆς πόλεως Σεπφαριμ μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου

20  τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ τῆς χειρός μου ὅτι ῥύσεται θεὸς Ἱερουσαλὴμ ἐκ χειρός μου

21  καὶ ἐσιώπησαν καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι

22  καὶ εἰσῆλθεν Ἐλιακὶμ τοῦ Χελκιου οἰκονόμος καὶ Σομνας γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ τοῦ Ἀσὰφ ὑπομνηματογράφος πρὸς Ἐζεκιαν ἐσχισμένοι τοὺς χιτῶνας καὶ ἀπήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαψακου




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era