Car Repair Manuals

Hosea

Ὠσηέ

Chapter 5

1  ἀκούσατε ταῦτα οἱ ἱερεῖς καὶ προσέχετε οἶκος Ἰσραὴλ καὶ οἶκος τοῦ βασιλέως ἐνωτίζεσθε διότι πρὸς ὑμᾶς ἐστιν τὸ κρίμα ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰ;ταβύριον 2  οἱ ἀγρεύοντες τὴν θήραν κατέπηξαν ἐγὼ δὲ παιδευτὴς ὑμῶν 3  ἐγὼ ἔγνων τὸν Ἐφραὶμ καὶ Ἰσραὴλ οὐκ ἄπεστιν ἀπ᾿ ἐμοῦ διότι νῦν ἐξεπόρνευσεν Ἐφραὶμ ἐμιάνθη Ἰσραὴλ 4  οὐκ ἔδωκαν τὰ διαβούλια αὐτῶν τοῦ ἐπιστρέψαι πρὸς τὸν θεὸν αὐτῶν ὅτι πνεῦμα πορνείας ἐν αὐτοῖς ἐστιν τὸν δὲ κύριον οὐκ ἐπέγνωσαν

5  καὶ ταπεινωθήσεται ὕβρις τοῦ Ἰσραὴλ εἰς πρόσωπον αὐτοῦ καὶ Ἰσραὴλ καὶ Ἐφραὶμ ἀσθενήσουσιν ἐν ταῖς ἀδικίαις αὐτῶν καὶ ἀσθενήσει καὶ Ἰούδας μετ᾿ αὐτῶν 6  μετὰ προβάτων καὶ μόσχων πορπορεύσονται τοῦ ἐκζητῆσαι τὸν κύριον καὶ οὐ μὴ εὕρωσιν αὐτόν ὅτι ἐξέκλινεν ἀπ᾿ αὐτῶν 7  ὅτι τὸν κύριον ἐγκατέλιπον ὅτι τέκνα ἀλλότρια ἐγεννήθησαν αὐτοῖς νῦν καταφάγεται αὐτοὺς ἐρυσίβη καὶ τοὺς κλήρους αὐτῶν

8  σαλπίσατε σάλπιγγι ἐπὶ τοὺς βουνούς ἠχήσατε ἐπὶ τῶν ὑψηλῶν κηρύξατε ἐν τῷ οἴκῳ Ὢν ἐξέστη Βενιαμὶν 9  Ἐφραὶμ εἰς ἀφανισμὸν ἐγένετο ἐν ἡμέραις ἐλέγχου ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἔδειξα πιστά 10  ἐγένοντο οἱ ἄρχοντες Ἰοῦδα ὡς μετατιθέντες ὅρια ἐπ᾿ αὐτοὺς ἐκχεῶ ὡς ὕδωρ τὸ ὅρμημά μου

11  κατεδυνάστευσεν Ἐφραὶμ τὸν ἀντίδικον αὐτοῦ κατεπάτησεν κρίμα ὅτι ἤρξατο πορπορεύεσθαι ὀπίσω τῶν ματαίων 12  καὶ ἐγὼ ὡς ταραχὴ τῷ Ἐφραὶμ καὶ ὡς κέντρον τῷ οἴκῳ Ἰοῦδα 13  καὶ εἶδεν Ἐφραὶμ τὴν νόσον αὐτοῦ καὶ Ἰούδας τὴν ὀδύνην αὐτοῦ καὶ ἐπορεύθη Ἐφραὶμ πρὸς Ἀσσυρίους καὶ ἀπέστειλεν πρέσβεις πρὸς βασιλέα Ἰαρὶμ καὶ αὐτὸς οὐκ ἠδυνάσθη ἰάσασθαι ὑμᾶς καὶ οὐ μὴ διαπαύσῃ ἐξ ὑμῶν ὀδύνη 14  διότι ἐγώ εἰμι ὡς πανθὴρ τῷ Ἐφραὶμ καὶ ὡς λέων τῷ οἴκῳ Ἰοῦδα καὶ ἐγὼ ἁρπῶμαι καὶ πορπορεύσομαι καὶ λήμψομαι καὶ οὐκ ἔσται ἐξαιρούμενος

15  πορπορεύσομαι καὶ ἐπιστρέψω εἰς τὸν τόπον μου ἕως οὗ ἀφανισθῶσιν καὶ ἐπιζητήσουσιν τὸ πρόσωπόν μου .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era