Car Repair Manuals

Hosea

Ὠσηέ

Chapter 12

1  δὲ Ἐφραὶμ πονηρὸν πνεῦμα ἐδίωξεν καύσωνα ὅλην τὴν ἡμέραν κενὰ καὶ μάταια ἐπλήθυνεν καὶ διαθήκην μετὰ Ἀσσυρίων διέθετο καὶ ἔλαιον εἰς Αἴγυπτον ἐνεπορεύετο 2  καὶ κρίσις τῷ κυρίῳ πρὸς Ιούδαν τοῦ ἐκδικῆσαι τὸν Ἰακὼβ κατὰ τὰς ὁδοὺς αὐτοῦ καὶ κατὰ τὰ ἐπιτηδεύματα αὐτοῦ ἀνταποδώσει αὐτῷ

3  ἐν τῇ κοιλίᾳ ἐπτέρνισεν τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐν κόποις αὐτοῦ ἐνίσχυσεν πρὸς θεὸν 4  καὶ ἐνίσχυσεν μετὰ ἀγγέλου καὶ ἠδυνάσθη ἔκλαυσαν καὶ ἐδεήθησάν μου ἐν τῷ οἴκῳ Ὢν εὕροσάν με καὶ ἐκεῖ ἐλαλήθη πρὸς αὐτόν 5  δὲ κύριος θεὸς παντοκράτωρ ἔσται μνημόσυνον αὐτοῦ 6  καὶ σὺ ἐν θεῷ σου ἐπιστρέψεις ἔλεον καὶ κρίμα φυλάσσου καὶ ἔγγιζε πρὸς τὸν θεόν σου διὰ παντός1

7  Χαναὰν ἐν χειρὶ αὐτοῦ ζυγὸς ἀδικίας καταδυναστεύειν ἠγάπησε 8  καὶ εἶπεν Ἐφραὶμ πλὴν πεπλούτηκα εὕρηκα ἀναψυχὴν ἐμαυτῷ πάντες οἱ πόνοι αὐτοῦ οὐχ εὑρεθήσονται αὐτῷ δι᾿ ἀδικίας ἃς ἥμαρτεν 9  ἐγὼ δὲ κύριος θεός σου ἀνήγαγόν σὲ ἐκ γῆς Αἰγύπτου ἔτι κατοικιῶ σὲ ἐν σκηναῖς καθὼς ἡμέρᾳ ἑορτῆς 10  καὶ λαλήσω πρὸς προφήτας καὶ ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶν προφητῶν ὡμοιώθην 11  εἰ μὴ Γαλαὰδ ἔστιν ἄρα ψευδεῖς ἦσαν ἐν Γαλγὰλ ἄρχοντες θυσιάζοντες καὶ τὰ θυσιαστήρια αὐτῶν ὡς χελῶναι ἐπὶ χέρσον ἀγροῦ

12  καὶ ἀνεχώρησεν Ἰακὼβ εἰς πεδίον Συρίας καὶ ἐδούλευσεν Ἰσραὴλ ἐν γυναικὶ καὶ ἐν γυναικὶ ἐφυλάξατο 13  καὶ ἐν προφήτῃ ἀνήγαγεν κύριος τὸν Ἰσραὴλ ἐξ Αἰγύπτου καὶ ἐν προφήτῃ διεφυλάχθη 14  ἐθύμωσεν Ἐφραὶμ καὶ παρώργισεν καὶ τὸ αἷμα αὐτοῦ ἐπ᾿ αὐτὸν ἐκχυθήσεται καὶ τὸν ὀνειδισμὸν αὐτοῦ ἀνταποδώσει αὐτῷ κύριος




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era