Car Repair Manuals

Ruth

Ρούθ

Chapter 4

1 Καὶ Βοὸζ ἀνέβη ἐπὶ τὴν πύλην καὶ ἐκάθισεν ἐκεῖ, καὶ ἰδοὺ ἀγχιστεὺς παρεπορεύετο, ὃν εἶπεν Βοόζ. καὶ εἶπεν πρὸς αὐτὸν Βοόζ, ἐκκλίνας κάθισον ὧδε, κρύφιε·1 καὶ ἐξέκλινεν καὶ ἐκάθισεν. 2 καὶ ἔλαβεν Βοὸζ δέκα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τῆς πόλεως καὶ εἶπεν, καθίσατε ὧδε· καὶ ἐκάθισαν.

3 Καὶ εἶπεν Βοὸζ τῷ ἀγχιστεῖ, τὴν μερίδα τοῦ ἀγροῦ, ἐστιν τοῦ ἀδελφοῦ ἡμῶν τοῦ Ἀβιμέλεχ, δέδοται Νωεμὶν τῇ ἐπιστρεφούσῃ ἐξ ἀγροῦ Μωάβ, 4 κἀγὼ εἶπα, ἀποκαλύψω τὸ οὖς σου λέγων, κτῆσαι ἐναντίον τῶν καθημένων καὶ ἐναντίον τῶν πρεσβυτέρων τοῦ λαοῦ μου· εἰ ἀγχιστεύεις, ἀγχίστευε· εἰ δὲ μὴ ἀγχιστεύεις, ἀνάγγειλόν μοι καὶ γνώσομαι· ὅτι οὐκ ἔστιν πάρεξ σου τοῦ ἀγχιστεῦσαι, κἀγώ εἰμι μετὰ σέ. δὲ εἶπεν, ἐγώ εἰμι ἀγχιστεύσω. 5 καὶ εἶπεν Βοόζ, ἐν ἡμέρᾳ τοῦ κτήσασθαί σὲ τὸν ἀγρὸν ἐκ χειρὸς Νωεμὶν καὶ παρὰ Ῥοὺθ τῆς Μωαβίτιδος γυναικὸς τοῦ τεθνηκότος, καὶ αὐτὴν κτήσασθαί σὲ δεῖ ὥστε ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ. 6 καὶ εἶπεν ἀγχιστεύς, οὐ δυνήσομαι ἀγχιστεῦσαι ἐμαυτῷ, μήποτε διαφθείρω τὴν κληρονομίαν μου· ἀγχίστευσον σεαυτῷ τὴν ἀγχιστείαν μου, ὅτι οὐ δυνήσομαι ἀγχιστεῦσαι.

7 Καὶ τοῦτο τὸ δικαίωμα ἔμπροσθεν ἐν τῷ Ἰσραὴλ ἐπὶ τὴν ἀγχιστείαν καὶ ἐπὶ τὸ ἀντάλλαγμα τοῦ στῆσαι πᾶν λόγον, καὶ ὑπελύετο ἀνὴρ τὸ ὑπόδημα αὐτοῦ καὶ ἐδίδου τῷ πλησίον αὐτοῦ τῷ ἀγχιστεύοντι τὴν ἀγχιστείαν αὐτοῦ, καὶ τοῦτο ἦν μαρτύριον ἐν Ἰσραήλ.

8 Καὶ εἶπεν ἀγχιστεὺς τῷ Βοόζ, κτῆσαι σεαυτῷ τὴν ἀγχιστείαν μου· καὶ ὑπελύσατο τὸ ὑπόδημα αὐτοῦ καὶ ἔδωκεν αὐτῷ. 9 καὶ εἶπεν Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ, μάρτυρες ὑμεῖς σήμερον ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἀβιμέλεχ καὶ πάντα, ὅσα ὑπάρχει τῷ Χελαιὼν καὶ τῷ Μααλών, ἐκ χειρὸς Νωεμίν· 10 καὶ γε Ῥοὺθ τὴν Μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ, καὶ οὐκ ἐξολεθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς λαοῦ αὐτοῦ· μάρτυρες ὑμεῖς σήμερον.

11 Καὶ εἴποσαν πᾶς λαὸς οἱ ἐν τῇ πύλῃ, μάρτυρες. καὶ οἱ πρεσβύτεροι εἴποσαν, δῴη κύριος τὴν γυναῖκά σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου ὡς Ῥαχὴλ καὶ ὡς Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραὴλ καὶ ἐποίησαν δύναμιν ἐν Ἐφραθᾶ, καὶ ἔσται ὄνομα ἐν Βαιθλεέμ· 12 καὶ γένοιτο οἶκός σου ὡς οἶκος Φαρές, ὃν ἔτεκεν Θάμαρ τῷ Ἰοῦδα, ἐκ τοῦ σπέρματος, οὗ δώσει κύριός σοὶ ἐκ τῆς παιδίσκης ταύτης.

13 Καὶ ἔλαβεν Βοὸζ τὴν Ῥούθ, καὶ ἐγενήθη αὐτῷ εἰς γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἔδωκεν αὐτῇ κύριος κύησιν, καὶ ἔτεκεν υἱόν. 14 καὶ εἶπαν αἱ γυναῖκες πρὸς Νωεμὶν εὐλογητὸς κύριος, ὃς οὐ κατέλυσέ σοὶ σήμερον τὸν ἀγχιστέα, καὶ καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ, 15 καὶ ἔσται σοὶ εἰς ἐπιστρέφοντα ψυχὴν καὶ τοῦ διαθρέψαι τὴν πολιάν σου, ὅτι νύμφη σου ἀγαπήσασά σὲ ἔτεκεν αὐτόν, ἐστιν ἀγαθή σοὶ ὑπὲρ ἑπτὰ υἱούς. 16 καὶ ἔλαβεν Νωεμὶν τὸ παιδίον καὶ ἔθηκεν εἰς τὸν κόλπον αὐτῆς καὶ ἐγενήθη αὐτῷ εἰς τιθηνόν.

17 Καὶ ἐκάλεσαν αὐτοῦ αἱ γείτονες ὄνομα λέγουσαι, ἐτέχθη υἱὸς τῇ Νωεμίν· καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτοῦ Ὠβήδ· οὗτος πατὴρ Ἰεσσαὶ πατρὸς Δαυίδ. 18 καὶ αὗται αἱ γενέσεις Φαρές· Φαρὲς ἐγέννησεν τὸν Ἐσρών, 19 Ἐσρὼν δὲ ἐγέννησεν τὸν Ἀῤῥάν,2 καὶ Ἀῤῥὰν ἐγέννησεν τὸν Ἀμιναδάβ, 20 καὶ Ἀμιναδὰβ ἐγέννησεν τὸν Ναασσών, καὶ Ναασσὼν ἐγέννησεν τὸν Σαλμών, 21 καὶ Σαλμὼν ἐγέννησεν τὸν Βοόζ, καὶ Βοὸζ ἐγέννησεν τὸν Ὠβήδ, 22 καὶ Ὠβὴδ ἐγέννησεν τὸν Ἰεσσαί, καὶ Ἰεσσαὶ ἐγέννησεν τὸν Δαυίδ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era