Car Repair Manuals

Polycarp
Epistle to the Philippians

του αγιου πολυκαρπου επισκοπου σμυρνης και ιερομαρτυρος προς φιλιππησιους επιστολη

Chapter 5

1  Εἰδότες , οὖν ὅτι θεὸς οὐ μυκτηρίζεται , ὀφείλομεν ἀξίως τῆς ἐντολῆς αὐτοῦ καὶ δόξης περιπατεῖν . 2  ὁμοίως διάκονοι ἄμεμπτοι κατενώπιον αὐτοῦ τῆς δικαιοσύνης ὡς θεοῦ καὶ χριστοῦ διάκονοι καὶ οὐκ ἀνθρώπων · μὴ διαβολοι , μὴ δίλογοι ἀφιλάργυροι , ἐγκρατεῖς περὶ πάντα , εὔσπλαγχνοι , ἐπιμελεῖς , πορπορευόμενοι κατὰ τὴν ἀλήθειαν τοῦ κυρίου , ὃς ἐγένετο διάκονος πάντων · ἐὰν εὐαρεστήσωμεν ἐν τῷ νῦν αἰῶνι , ἀποληψόμεθα καὶ τὸν μέλλοντα , καθὼς ὑπέσχετο ἡμῖν ἐγεῖραι ἡμᾶς ἐκ νεκρῶν , καὶ ὅτι ἐὰν πολιτευσώμεθα ἀξίως αὐτοῦ , καὶ συμβασιλεύσομεν αὐτῷ , εἴγε πιστεύομεν .

3  Ὁμοίως καὶ νεώτεροι ἄμεμπτοι ἐν πᾶσιν , πρὸ παντὸς προνοοῦντες ἁγνείας καὶ χαλιναγωγοῦντες ἑαυτοὺς ἀπὸ τῶν παντὸς κακοῦ καλὸν γὰρ τὸ ἀνακόπτεσθαι ἀπὸ τῶν ἐπιθυμιῶν ἐν τῷ κόσμῳ , ὅτι πᾶσα ἐπιθυμία κατὰ τοῦ πνεύματος στρατεύεται , καὶ οὔτε πόρνοι οὔτε μαλακοὶ οὔτε ἀρσενοκοῖται βασιλείαν θεοῦ κληρονομήσουσιν , οὔτε οἱ ποιοῦντες τὰ ἄτοπα . διὸ δέον ἀπέχεσθαι ἀπὸ πάντων τούτων , ὑποτασσομένους τοῖς πρεσβυτέροις καὶ διακόνοις ὡς θεῷ καὶ Χριστῷ · τὰς παρθένους ἐν ἀμώμῳ καὶ ἁγνῇ συνειδήσει περιπατεῖν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era