Car Repair Manuals

Polycarp
Epistle to the Philippians

του αγιου πολυκαρπου επισκοπου σμυρνης και ιερομαρτυρος προς φιλιππησιους επιστολη

Chapter 9

1  Παρακαλῶ οὖν πάντας ὑμᾶς , πειθαρχεῖν τῷ λόγῳ τῆς δικαιοσύνης καὶ ἀσκεῖν πᾶσαν ὑπομονήν , ἣν καὶ εἴδατε κατ᾿ ὀφθαλμοὺς οὐ μόνον ἐν τοῖς μακαρίοις Ἰγνατίῳ καὶ Ζωσίμῳ καὶ Ῥούφῳ , ἀλλὰ καὶ ἐν ἄλλοις τοῖς ἐξ ὑμῶν καὶ ἐν αὐτῷ Παύλῳ καὶ τοῖς λοιποῖς ἀποστόλοις · 2  πεπεισμένους ὅτι οὗτοι πάντες οὐκ εἰς κενὸν ἔδραμον , ἀλλ᾿ ἐν πίστει καὶ δικαιοσύνῃ , καὶ ὅτι εἰς τὸν ὀφειλόμενον αὐτοῖς τόπον εἰσὶ παρὰ τῷ κυρίῳ , καὶ συνέπαθον . οὐ γὰρ τὸν νῦν ἠγάπησαν αἰῶνα , ἀλλὰ τὸν ὑπέρ ἡμῶν ἀποθανόντα καὶ δι᾿ ἡμᾶς ὑπὸ τοῦ θεοῦ ἀναστάντα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era