Car Repair Manuals

Polycarp
Epistle to the Philippians

του αγιου πολυκαρπου επισκοπου σμυρνης και ιερομαρτυρος προς φιλιππησιους επιστολη

Πολύκαρπος καὶ οἱ σὺν αὐτῷ πρεσβύτεροι τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ παροικούσῃ Φιλίππους · ἔλεος ὑμῖν καὶ εἰρήνη παρὰ θεοῦ παντοκράτορος καὶ Ἰησοῦ χριστοῦ τοῦ σωτῆρος ἡμῶν πληθυνθείη .

Chapter 1

1  Συνεχάρην ὑμῖν μεγάλως ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ , δεξαμένοις τὰ μιμήματα τῆς ἀληθοῦς ἀγάπης καὶ προπέμψασιν , ὡς ἐπέβαλεν ὑμῖν , τοὺς ἐνειλημένους τοῖς ἁγιοπρεπέσιν δεσμοῖς , ἅτινά ἐστιν διαδήματα τῶν ἀληθῶς ὑπὸ θεοῦ καὶ τοῦ κυρίου ἡμῶν ἐκλελεγμένων · 2  καὶ ὅτι βεβαία τῆς πίστεως ὑμῶν ῥίζα , ἐξ ἀρχαίων καταγγελλομένη χρόνων , μέχρι νῦν διαμένει καὶ καρποφορεῖ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν , ὃς ὑπέμεινεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἕως θανάτου κατανῆσαι , ὃν ἤγειρεν θεός , λύσας τὰς ὠδῖνας τοῦ ᾅδου · 3  εἰς ὃν οὐκ ἰδόντες πιστεύετε χαρᾷ ἀνεκλαλήτῳ δεδοξασμένῃ , εἰς ἣν πολλοὶ ἐπιθυμοῦσιν εἰσελθεῖν , εἰδότες , ὅτι χάριτί ἐστε σεσωσμένοι , οὐκ ἐξ ἔργων , ἀλλὰ θελήματι θεοῦ διὰ Ἰησοῦ χριστοῦ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era