Car Repair Manuals

Polycarp
Epistle to the Philippians

του αγιου πολυκαρπου επισκοπου σμυρνης και ιερομαρτυρος προς φιλιππησιους επιστολη

Chapter 6

1  Καὶ οἱ πρεσβύτεροι δὲ εὔσπλαγχνοι , εἰς πάντας ἐλεήμονες , ἐπιστρέφοντες τὰ ἀποπεπλανημένα , ἐπισκεπτόμενοι πάντας ἀσθενεῖς , μὴ ἀμελοῦντες χήρας ὀρφανοῦ πένητος · ἀλλὰ προνοοῦτες ἀεὶ τοῦ καλοῦ ἐνώπιον θεοῦ καὶ ἀνθρώπων , ἀπεχόμενοι πάσης ὀργῆς , προσωποληψίας , κρίσεως ἀδίκου , μακρὰν ὄντες πάσης φιλαργυρίας , μὴ ταχέως πιστεύοντες κατά τινος , μὴ ἀπότομοι ἐν κρίσει , εἰδότες ὅτι πάντες ὀφειλέται ἐσμὲν ἁμαρτίας . 2  εἰ οὖν δεόμεθα τοῦ κυρίου , ἵνα ἡμῖν ἀφῇ , ὀφείλομεν καὶ ἡμεῖς ἀφιέναι · ἀπέναντι γὰρ τῶν τοῦ κυρίου καὶ θεοῦ ἐσμὲν ὀφθαλμῶν , καὶ πάντας δεῖ παραστῆναι τῷ βήματι τοῦ χριστοῦ καὶ ἕκαστον ὑπὲρ αὐτοῦ λόγον δοῦναι . 3  οὕτως οὖν δουλεύσωμεν αὐτῷ μετὰ φόβου καὶ πάσης εὐλαβείας , καθὼς αὐτὸς ἑνετείλατο καὶ οἱ εὐαγγελισάμενοι ἡμᾶς ἀπόστολοι καὶ οἱ προφῆται , οἱ προκηρύξαντες τὴν ἔλευσιν τοῦ κυρίου ἡμῶν · ζηλωταὶ περὶ τὸ καλόν , ἀπεχόμενοι τῶν σκανδάλων καὶ τῶν ψευδαδέλφων καὶ τῶν ἐν ὑποκρίσει φερόντων τὸ ὄνομα τοῦ κυρίου , οἵτινες ἀποπλανῶσι κενοὺς ἀνθρώπους .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era