Car Repair Manuals

Amos

Ἀμώς

Chapter 7

1  οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐπιγονὴ ἀκρίδων ἐρχομένη ἑωθινή καὶ ἰδοὺ βροῦχος εἷς Γὼγ βασιλεύς 2  καὶ ἔσται ἐὰν συντελέσῃ τοῦ καταφαγεῖν τὸν χόρτον τῆς γῆς καὶ εἶπα κύριε κύριε ἵλεως γενοῦ τίς ἀναστήσει τὸν Ἰακὼβ ὅτι ὀλιγοστός ἐστιν 3  μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐκ ἔσται λέγει κύριος

4  οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἐκάλεσεν τὴν δίκην ἐν πυρὶ κύριος καὶ κατέφαγε τὴν ἄβυσσον τὴν πολλὴν καὶ κατέφαγεν τὴν μερίδα 5  καὶ εἶπα κύριε κύριε κόπασον δή τίς ἀναστήσει τὸν Ἰακὼβ ὅτι ὀλιγοστός ἐστιν 6  μετανόησον κύριε ἐπὶ τούτῳ καὶ τοῦτο οὐ μὴ γένηται λέγει κύριος 7  οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἀνὴρ ἑστηκὼς ἐπὶ τείχους ἀδαμαντίνου καὶ ἐν τῇ χειρὶ αὐτοῦ ἀδάμας 8  καὶ εἶπεν κύριος πρός με τί σὺ ὁρᾷς Ἀμὼς καὶ εἶπα ἀδάμαντα καὶ εἶπεν κύριος πρός με ἰδοὺ ἐγὼ ἐντάσσω ἀδάμαντα ἐν μέσῳ λαοῦ μου Ἰσραὴλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν 9  καὶ ἀφανισθήσονται βωμοὶ τοῦ γέλωτος καὶ αἱ τελεταὶ τοῦ Ἰσραὴλ ἐξερημωθήσονται καὶ ἀναστήσομαι ἐπὶ τὸν οἶκον Ἰεροβοὰμ ἐν ῥομφαίᾳ

10  καὶ ἐξαπέστειλεν Ἀμασίας ἱερεὺς Βαιθὴλ πρὸς Ἰεροβοὰμ βασιλέα Ἰσραὴλ λέγων συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραὴλ οὐ μὴ δύνηται γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ 11  διότι τάδε λέγει Ἀμὼς ἐν ῥομφαίᾳ τελευτήσει Ἰεροβοὰμ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ

12  καὶ εἶπεν Ἀμασίας πρὸς Ἀμὼς ὁρῶν βάδιζε ἐκχώρησον εἰς γῆν Ἰοῦδα καὶ ἐκεῖ καταβίου καὶ ἐκεῖ προφητεύσεις 13  εἰς δὲ Βαιθὴλ οὐκέτι μὴ προσθῇς τοῦ προφητεῦσαι ὅτι ἁγίασμα βασιλέως ἐστὶν καὶ οἶκος βασιλείας ἐστίν

14  καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπεν πρὸς Ἀμασιαν οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου ἀλλ᾿ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα 15  καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων καὶ εἶπεν κύριος πρός με βάδιζε προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραὴλ 16  καὶ νῦν ἄκουε λόγον κυρίου σὺ λέγεις μὴ προφήτευε ἐπὶ τὸν Ἰσραὴλ καὶ οὐ μὴ ὀχλαγωγήσῃς ἐπὶ τὸν οἶκον Ἰακὼβ 17  διὰ τοῦτο τάδε λέγει κύριος γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται καὶ γῆ σου ἐν σχοινίῳ καταμετρηθήσεται καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ · οὕτως ἔδειξέν μοι κύριος κύριος .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era