Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 2

1  Λέγει μοι · Ἁπλότητα ἔχε καὶ ἄκακος γίνου , καὶ ἔσῃ ὡς τὰ νήπια τὰ μὴ γινώσκοντα τὴν πονηρίαν τὴν ἀπολλύουσαν τὴν ζωὴν τῶν ἀνθρώπων . 2  πρῶτον μὲν μηδενὸς καταλάλει μηδὲ ἡδέως ἄκουε καταλαλοῦντος · εἰ δὲ μή , καὶ σὺ ἀκούων ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλαλοῦντος , ἐὰν πιστεύσῃς τῇ καταλαλιᾷ ἄν ἀκούσῃς · πιστεύσας γὰρ καὶ σὺ αὐτὸς ἕξεις κατὰ τοῦ ἀδελφοῦ σου · οὕτως οὖν ἔνοχος ἔσῃ τῆς ἁμαρτίας τοῦ καταλαλοῦντος . 3  πονηρὰ καταλαλιά · ἀκατάστατον δαιμόνιόν ἐστιν , μηδέποτε εἰρηνεῦον , ἀλλὰ πάντοτε ἐν διχοστασίαις κατοικοῦν . ἀπέχου οὖν ἀπ᾿ αὐτοῦ , καὶ εὐθηνίαν πάντοτε ἕξεις μετὰ πάντων . 4  ἔνδυσαι δὲ τὴν σεμνότητα , ἐν οὐδὲν πρόσκομμά ἐστιν πονηρόν , ἀλλὰ πάντα ὁμαλὰ καὶ ἱλαρά . ἐργάζου τὸ ἀγαθὸν καὶ ἐκ τῶν κόπων σου ὧν θεὸς δίδωσίν σοὶ πᾶσιν ὑστερουμένοις δίδου ἁπλῶς , μὴ διστάζων , τίνι δῷς τίνι μὴ δῷς . πᾶσιν δίδου · πᾶσιν γάρ θεὸς δίδοσθαι θέλει ἐκ τῶν ἰδίων δωρημάτων . 5  οἱ οὖν λαμβάνοντες ἀποδώσουσιν λόγον τῷ θεῷ , διατί ἔλαβον καὶ εἰς τί · οἱ μὲν γὰρ λαμβάνοντες θλιβόμενοι οὐ δικασθήσονται , οἱ δὲ ἐν ὑποκρίσει λαμβάνοντες τίσουσιν δίκην . 6  οὖν διδοὺς ἀθῷός ἐστιν · ὡς γὰρ ἔλαβεν παρὰ τοῦ κυρίου τὴν διακονίαν τελέσαι , ἁπλῶς αὐτὴν ἐτέλεσεν , μηθὲν διακρίνων , τίνι δῷ μὴ δῷ . ἐγένετο οὖν διακονία αὕτη ἁπλῶς τελεσθεῖσα ἔνδοξος παρά τῷ θεῷ . οὖν οὕτως ἁπλῶς διακονῶν τῷ θεῷ ζήσεται . 7  φύλασσε οὖν τὴν ἐντολὴν ταύτην , ὥς σοὶ λελάληκα , ἵνα μετάνοιά σου καὶ τοῦ οἴκου σου ἐν ἁπλότητι εὑρεθῇ , καὶ ἀκακία καθαρὰ καὶ ἀμίαντος .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era