1 Ἠρώτησα αὐτὸν πάλιν λέγων · κύριε , ἐπεὶ ἅπαξ ἀνέχῃ μου , ἔτι μοι καὶ τοῦτο δήλωσον . Λέγε , φησίν . Ἐὰν γυνή , φημί , κύριε , ἢ πάλιν ἀνήρ τις κοιμηθῇ καὶ γαμήσῃ τις ἐξ αὐτῶν μήτι ἁμαρτάνει ὁ γαμῶν ; 2 οὐχ ἁμαρτάνει φησίν · ἐὰν δὲ ἐφ᾿ ἑαυτῷ μείνῃ τις , περισσοτέραν ἑαυτῷ τιμὴν καὶ μεγάλην δόξαν περιποιεῖται πρὸς τὸν κύριον · ἐὰν δὲ καὶ γαμήσῃ , οὐχ ἁμαρτάνει . 3 τήρει οὖν τὴν ἁγνείαν καὶ τὴν σεμνότητα , καὶ ζήσῃ τῷ θεῷ . ταῦτά σοὶ ὅσα λαλῶ ἢ καὶ μέλλω λαλεῖν , φύλασσε ἀπὸ τοῦ νῦν , Ἀφ᾿ ἧς μοι παρεδόθης ἡμέρας , καὶ εἰς τὸν οἶκόν σου κατοικήσω . 4 τοῖς δὲ προτέροις σου παραπτώμασιν ἄφεσις ἔσται , ἐὰν τὰς ἐντολάς μου φυλάξῃς · καὶ πᾶσι δὲ ἄφεσις ἔσται ἐὰν τὰς ἐντολάς μου ταύτας φυλάξωσι καὶ πορπορευθῶσιν ἐν τῇ ἁγνότητι ταύτῃ .