Car Repair Manuals

Hermas: The Shepherd
Book Two
Mandates or Commandments

Ἐντολὴ

Chapter 12.1

1  Λέγει μοι · Ἆρον ἀπὸ σεαυτοῦ πᾶσαν ἐπιθυμίαν πονηράν , ἔνδυσαι δὲ τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν καὶ σεμνήν · ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν ταύτην μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν καὶ χαλιναγωγήσεις αὐτήν , καθὼς βούλει . 2  ἀγρία γάρ ἐστιν ἐπιθυμία πονηρὰ καὶ δυσκόλως ἡμεροῦται . φοβερὰ γάρ ἐστι καὶ λίαν τῇ ἀγριότητι αὐτῆς δαπανᾷ τοὺς ἀνθρώπους · μάλιστα δὲ ἐὰν ἐμπέσῃ εἰς αὐτὴν δοῦλος θεοῦ καὶ μὴ συνετός , δαπανᾶται ὑπ᾿ αὐτῆς δεινῶς · δαπανᾷ δὲ τοὺς τοιούτους τοὺς μὴ ἔχοντας ἔνδυμα τῆς ἐπιθυμίας τῆς ἀγαθῆς , ἀλλὰ ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ · τούτους οὖν παραδίδωσιν εἰς θάνατον . 3  Ποῖα , φημί , κύριε , ἔργα ἐστὶν τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ παραδιδόντα τοὺς ἀνθρώπους εἰς θάνατον ; γνώρισόν μοι , ἵνα ἀφέξωμαι ἀπ᾿ αὐτῶν . Ἄκουσον , φησίν , ἐν ποίοις ἔργοις θανατοῖ ἐπιθυμία πονηρὰ τοὺς δούλους τοῦ θεοῦ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era