Car Repair Manuals

Psalms of Solomon

Ψαλμοὶ Σαλωμῶνος

Psalm 18

ψαλμὸς τῷ Σαλωμὼν ἔτι τοῦ χριστοῦ κυρίου

1  κύριε τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ἰσραὴλ

2  οἱ ὀφθαλμοί σου ἐπιβλέποντες ἐπ᾿ αὐτά καὶ οὐχ ὑστερήσει ἐξ αὐτῶν τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι

3  τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους καὶ ἀγάπη σου ἐπὶ σπέρμα Ἁβραὰμ υἱοὺς Ἰσραὴλ

4  παιδεία σου ἐφ᾿ ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαθίας ἐν ἀγνοίᾳ

5  καθαρίσαι θεὸς Ἰσραὴλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ

6  μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις ἰδεῖν τὰ ἀγαθὰ κυρίου ποιήσει γενεᾷ τῇ ἐρχομένῃ

7  ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν φόβῳ θεοῦ αὐτοῦ ἐν σοφίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος

8  κατευθῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης φόβῳ θεοῦ καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου

9  γενεὰ ἀγαθὴ ἐν φόβῳ θεοῦ ἐν ἡμέραις ἐλέους διάψαλμα

10  μέγας ἡμῶν θεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν διατάξας ἐν πορείᾳ φωστῆρας εἰς καιροὺς ὡρῶν Ἀφ᾿ ἡμερῶν εἰς ἡμέρας καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς

11  ἐν φόβῳ θεοῦ ὁδὸς αὐτῶν καθ᾿ ἑκάστην ἡμέραν Ἀφ᾿ ἧς ἡμέρας ἔκτισεν αὐτοὺς θεὸς καὶ ἕως αἰῶνος

12  καὶ οὐκ ἐπλανήθησαν Ἀφ᾿ ἧς ἡμέρας ἔκτισεν αὐτούς ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν εἰ μὴ θεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era