Car Repair Manuals

Psalms of Solomon

Ψαλμοὶ Σαλωμῶνος

Psalm 1

1  ἐβόησα πρὸς κύριον ἐν τῷ θλίβεσθαί με εἰς τέλος πρὸς τὸν θεὸν ἐν τῷ ἐπιθέσθαι ἁμαρτωλούς

2  ἐξάπινα ἠκούσθη κραυγὴ πολέμου ἐνώπιόν μου εἶπα ἐπακούσεταί μου ὅτι ἐπλήσθην δικαιοσύνης

3  ἐλογισάμην ἐν καρδίᾳ μου ὅτι ἐπλήσθην δικαιοσύνης ἐν τῷ εὐθηνῆσαί με καὶ πολλὴν γενέσθαι ἐν τέκνοις

4  πλοῦτος αὐτῶν διεδόθη εἰς πᾶσαν τὴν γῆν καὶ δόξα αὐτῶν ἕως ἐσχάτου τῆς γῆς

5  ὑψώθησαν ἕως τῶν ἄστρων εἶπαν οὐ μὴ πέσωσιν

6  καὶ ἐξύβρισαν ἐν τοῖς ἀγαθοῖς αὐτῶν καὶ οὐκ ἤνεγκαν

7  αἱ ἁμαρτίαι αὐτῶν ἐν ἀποκρύφοις καὶ ἐγὼ οὐκ ᾔδειν

8  αἱ ἀνομίαι αὐτῶν ὑπὲρ τὰ πρὸ αὐτῶν ἔθνη ἀποδιδόναι τὰ ἅγια κυρίου ἐν βεβηλώσει




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era