Car Repair Manuals

Psalms of Solomon

Ψαλμοὶ Σαλωμῶνος

Psalm 11

τῷ Σαλωμὼν εἰς προσδοκίαν

1  σαλπίσατε ἐν Σιὼν ἐν σάλπιγγι σημασίας ἁγίων κηρύξατε ἐν Ἱερουσαλὴμ φωνὴν εὐαγγελιζομένου ὅτι ἠλέησεν θεὸς Ἰσραὴλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν

2  στῆθι Ἱερουσαλὴμ ἐφ᾿ ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου

3  ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐφροσύνῃ τοῦ θεοῦ αὐτῶν ἐκ νήσων μακρόθεν συνήγαγεν αὐτοὺς θεός

4  ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς οἱ βουνοὶ ἐφύγοσαν ἀπὸ εἰσόδου αὐτῶν

5  οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ πορεύωμαι αὐτῶν πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς θεός

6  ἵνα παρέλθῃ Ἰσραὴλ ἐν ἐπισκοπῇ δόξης θεοῦ αὐτῶν

7  ἔνδυσαι Ἱερουσαλὴμ τὰ ἱμάτια τῆς δόξης σου ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου ὅτι θεὸς ἐλάλησεν ἀγαθὰ Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι

8  ποιήσαι κύριος ἐλάλησεν ἐπὶ Ἰσραὴλ καὶ Ἱερουσαλὴμ ἀναστήσαι κύριος τὸν Ἰσραὴλ ἐν ὀνόματι δόξης αὐτοῦ

9  τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα καὶ ἔτι




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era