Car Repair Manuals

Psalms of Solomon

Ψαλμοὶ Σαλωμῶνος

Psalm 3

ψαλμὸς τῷ Σαλωμὼν περὶ δικαίων

1  ἵνα τί ὑπνοῖς ψυχή καὶ οὐκ εὐλογεῖς τὸν κύριον ὕμνον καινὸν ψάλατε τῷ θεῷ τῷ αἰνετῷ

2  ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ ὅτι ἀγαθὸς ψαλμὸς τῷ θεῷ ἐξ ἀγαθῆς καρδίας

3  δίκαιοι μνημονεύουσιν διὰ παντὸς1 τοῦ κυρίου ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου

4  οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου ἡ εὐδοκία αὐτοῦ διὰ παντὸς1 ἔναντι κυρίου

5  προσέκοψεν ὁ δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ὁ θεός ἀποσκοπεύει ὅθεν ἥξει σωτηρία αὐτοῦ

6  ἀλήθεια τῶν δικαίων παρὰ θεοῦ σωτῆρος αὐτῶν οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐφ᾿ ἁμαρτίαν

7  ἐπισκέπτεται διὰ παντὸς1 τὸν οἶκον αὐτοῦ ὁ δίκαιος τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ

8  ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς αὐτοῦ καὶ ὁ κύριος καθαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ

9  προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός

10  προσέθηκεν ἁμαρτίας ἐφ᾿ ἁμαρτίας τῇ ζωῇ αὐτοῦ ἔπεσεν ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ καὶ οὐκ ἀναστήσεται

11  ἡ ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα καὶ οὐ μνησθήσεται ὅταν ἐπισκέπτηται δικαίους

12  αὕτη ἡ μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα οἱ δὲ φοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον καὶ ἡ ζωὴ αὐτῶν ἐν φωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era